Exodus 14

CHAPTER 14

Israel Camps at the Sea

1και ελάλησε κύριος προς Μωυσήν λέγων 2λάλησον τοις υιοίς Ισραήλ και αποστρέψαντες στρατοπεδευσάτωσαν απέναντι της επαύλεως αναμέσον Μαγδώλου και αναμέσον της θαλάσσης εξεναντίας Βεελσεπφών ενώπιον αυτών στρατοπεδεύσεις επί της θαλάσσης 3και ερεί Φαραώ περί των υιών Ισραήλ πλανώνται ούτοι εν τη γη συγκέκλεικε γαρ αυτούς η έρημος 4εγώ δε σκληρυνώ την καρδίαν Φαραώ και καταδιώξεται οπίσω αυτούς και ενδοξασθήσομαι εν Φαραώ και εν πάση τη στρατιά αυτού και γνώσονται πάντες οι Αιγύπτιοι ότι εγώ κύριος και εποίησαν ούτως 5και ανηγγέλη τω βασιλεί των Αιγυπτίων ότι πέφευγεν ο λαός και μετεστράφη η καρδία Φαραώ και των θεραπόντων αυτού επί τον λαόν και είπον τι τούτο πεποιήκαμεν του εξαποστείλαι τους υιούς Ισραήλ του μη δουλεύειν ημίν 6έζευξεν ουν Φαραώ τα άρματα αυτού και πάντα τον λαόν αυτού συναπήγαγε μεθ΄ εαυτού 7και έλαβεν εξακόσια άρματα εκλεκτά και πάσαν την ίππον των Αιγυπτίων και τριστάτας επί πάντων 8και εσκλήρυνε κύριος την καρδίαν Φαραώ βασιλέως Αιγύπτου και κατεδίωξεν οπίσω των υιών Ισραήλ οι δε υιοί Ισραήλ εξεπορεύοντο εν χειρί υψηλή 9και κατεδίωξαν οι Αιγύπτιοι οπίσω αυτών και εύρον αυτούς παρεμβεβληκότας παρά την θάλασσαν και πάσα η ίππος και τα άρματα Φαραώ και οι ίππεις και η στρατιά αυτού απέναντι της επαύλεως εξεναντίας Βεελσεπφών 10και Φαραώ προσήγε και αναβλέψαντες οι υιοί Ισραήλ τοις οφθαλμοίς ορώσι και ιδού οι Αιγύπτιοι εστρατοπέδευσαν οπίσω αυτών και εφοβήθησαν σφόδρα ανεβόησαν δε οι υιοί Ισραήλ προς κύριον 11και είπαν προς Μωυσήν παρά το μη υπάρχειν μνήματα εν Αιγύπτω εξήγαγες ημάς του θανατώσαι εν τη ερήμω τι τούτο εποίησας ημίν εξαγαγών εξ Αιγύπτου 12ου τούτο ην το ρήμα ο ελαλήσαμεν εν Αιγύπτω προς σε λέγοντες πάρες ημάς όπως δουλεύσωμεν τοις Αιγυπτίοις κρείσσον γαρ ημάς δουλεύειν τοις Αιγυπτίοις η αποθανείν εν τη ερήμω ταύτη 13είπε δε Μωυσής προς τον λαόν θαρσείτε στήκετε και οράτε την σωτηρίαν την παρά του κυρίου ην ποιήσει ημίν σήμερον ον τρόπον γαρ εωράκατε τους Αιγυπτίους σήμερον ου προσθήσεσθε έτι ιδείν αυτούς εις τον αιώνα χρόνον 14κύριος πολεμήσει περί υμών και υμείς σιγήσετε 15είπε δε κύριος προς Μωυσήν τι βοάς προς με λάλησον τοις υιοίς Ισραήλ και αναζευξάτωσαν

God Draws Away the Sea

16και συ έπαρον την ράβδον σου και έκτεινον την χείρά σου επί την θάλασσαν και ρήξον αυτήν και εισελθέτωσαν οι υιοί Ισραήλ εις μέσον της θαλάσσης κατά το ξηρόν 17και ιδού εγώ σκληρυνώ την καρδίαν Φαραώ και των Αιγυπτίων πάντων και εισελεύσονται οπίσω αυτών και ενδοξασθήσομαι εν Φαραώ και εν πάση τη στρατιά αυτού και εν τοις άρμασι και εν τοις ίπποις αυτού 18και γνώσονται πάντες οι Αιγύπτιοι ότι εγώ κύριος ενδοξαζομένου μου εν Φαραώ και εν τοις άρμασι και εν τοις ίπποις αυτού 19εξήρε δε ο άγγελος του θεού ο προπορεύομενος της παρεμβολής των υιών Ισραήλ και επορεύθη εκ των όπισθεν εξήρε δε και ο στύλος της νεφέλης από προσώπου αυτών και έστη εκ των οπίσω αυτών 20και εισήλθεν αναμέσον της παρεμβολής των Αιγυπτίων και αναμέσον της παρεμβολής Ισραήλ και έστη και εγένετο σκότος και γνόφος και διήλθεν η νυξ και ου συνέμιξαν αλλήλοις όλην την νύκτα 21εξέτεινε δε Μωυσής την χείρα επί την θάλασσαν και υπήγαγε κύριος την θάλασσαν εν ανέμω νότω βιαίω όλην την νύκτα και εποίησε την θάλασσαν ξηράν και διεσχίσθη το ύδωρ 22και εισήλθον οι υιοί Ισραήλ εις μέσον της θαλάσσης κατά το ξηρόν και το ύδωρ αυτής τείχος εκ δεξιών και τείχος εξ ευωνύμων 23κατεδίωξαν δε οι Αιγύπτιοι και εισήλθον οπίσω αυτών πάσα η ίππος Φαραώ και τα άρματα και οι αναβάται εις μέσον της θαλάσσης 24εγενήθη δε εν τη φυλακή τη εωθινή και επέβλεψε κύριος επί την παρεμβολήν των Αιγυπτίων εν στύλω πυρός και νεφέλης και συνετάραξε την παρεμβολήν των Αιγυπτίων 25και συνέδησε τους άξονας των αρμάτων αυτών και ήγαγεν αυτούς μετά βίας και είπαν οι Αιγύπτιοι φύγωμεν από προσώπου Ισραήλ ο γαρ κύριος πολεμεί υπέρ αυτών τους Αιγυπτίους 26είπε δε κύριος προς Μωυσήν έκτεινον την χείρά σου επί την θάλασσαν και αποκαταστήτω το ύδωρ και επικαλυψάτω τους Αιγυπτίους επί τε τα άρματα και επί τους αναβάτας 27εξέτεινε δε Μωυσής την χείρα επί την θάλασσαν και απεκατέστη το ύδωρ προς ημέραν επί χώρας οι δε Αιγύπτιοι έφυγον υπό το ύδωρ και εξετίναξε κυριος τους Αιγυπτίους εις μέσον της θαλάσσης 28και επαναστραφέν το ύδωρ εκάλυψε τα άρματα και τους αναβάτας και πάσαν την δύναμιν Φαραώ τους εισπορευομένους οπίσω αυτών εις την θάλασσαν και ου κατελείφθη εξ αυτών ουδέ εις 29οι δε υιοί Ισραήλ επορεύθησαν διά ξηράς εν μέσω της θαλάσσης το δε ύδωρ αυτοίς τείχος εκ δεξιών και τείχος εξ ευωνύμων 30και ερρύσατο κύριος τον Ισραήλ εν τη ημέρα εκείνη εκ χειρός των Αιγυπτίων και είδεν Ισραήλ τους Αιγυπτίους τεθνηκότας παρά το χείλος της θαλάσσης 31είδε δε Ισραήλ την χείρα την μεγάλην α εποίησε κύριος τοις Αιγυπτίοις εφοβήθη δε ο λαός τον κύριον και επίστευσαν τω θεώ και Μωυσή τω θεράποντι αυτού
Copyright information for ABPGRK