Exodus 15

CHAPTER 15

The Ode of Moses and Israel

1τότε ήσαν Μωυσής και οι υιοί Ισραήλ την ωδήν ταύτην τω κυρίω και είπαν άσωμεν τω κυρίω ενδόξως γαρ δεδόξασται ίππον και αναβάτην έρριψεν εις θάλασσαν 2βοηθός και σκεπαστής εγένετό μοι εις σωτηρίαν ούτός μου θεός και δοξάσω αυτόν θεός του πατρός μου και υψώσω αυτόν 3κύριος συντρίβων πολέμους κύριος όνομα αυτώ 4άρματα Φαραώ και την δύναμιν αυτού έρριψεν εις θάλασσαν επιλέκτους αναβάτας τριστάτας κατεπόντισεν εν ερυθρά θαλάσση 5πόντω εκάλυψεν αυτούς κατέδυσαν εις βυθόν ωσεί λίθος 6η δεξιά σου κύριε δεδόξασται εν ισχύϊ η δεξιά σου χειρ κύριε έθραυσεν εχθρούς 7και τω πλήθει της δόξης σου συνέτριψας τους υπεναντίους απέστειλας την οργήν σου και κατέφαγεν αυτούς ωσεί καλάμην 8και διά πνεύματος του θυμόυ σου διέστη το ύδωρ επάγη ωσεί τείχος τα ύδατα επάγη και τα κύματα εν μέσω της θαλάσσης 9είπεν ο εχθρός διώξας καταλήψομαι μεριώ σκύλα εμπλήσω ψυχήν μου ανελώ τη μαχαίρα μου κυριεύσει η χειρ μου 10απέστειλας το πνεύμα σου εκάλυψεν αυτούς θάλασσα έδυσαν ωσεί μόλιβδος εν ύδατι σφοδρώ 11τις όμοιός σοι εν θεοίς κύριε τις όμοιός σοι δεδοξασμένος εν αγίοις θαυμαστός εν δόξαις ποιών τέρατα 12εξέτεινας την δεξιάν σου κατέπιεν αυτού γη 13ωδήγησας τη δικαιοσύνη σου τον λαόν σου τούτον ον ελυτρώσω παρεκάλεσας τη ισχύϊ σου εις κατάλυμα άγιόν σου 14ήκουσαν έθνη και ωργίσθησαν ωδίνες έλαβον κατοικούντας Φυλιστιείμ 15τότε έσπευσαν ηγεμόνες Εδώμ και άρχοντες Μωαβιτών έλαβεν αυτούς τρόμος ετάκησαν πάντες οι κατοικούντες Χαναάν 16επιπέσοι επ΄ αυτούς φόβος και τρόμος μεγέθει βραχίονός σου απολιθωθήτωσαν έως αν παρέλθη ο λαός σου κύριε έως αν παρέλθη ο λαός σου ούτος ον εκτήσω 17εισαγαγών καταφύτευσον αυτούς εις όρος κληρονομίας σου εις έτοιμον κατοικητήριόν σου ο κατειργάσω κύριε αγίασμα κύριε ο ητοίμασαν αι χείρές σου 18κύριος βασιλεύων εις τον αιώνα και επ΄ αιώνα και έτι 19ότι εισήλθεν ίππος Φαραώ συν άρμασι και αναβάταις εις θάλασσαν και επήγαγεν επ΄ αυτούς κύριος το ύδωρ της θαλάσσης οι δε υιοί Ισραήλ επορεύθησαν διά ξηράς εν μέσω της θαλάσσης 20έλαβε δε Μαριάμ η προφήτις η αδελφή Ααρών το τύμπανον εν τη χειρί αυτής και εξήλθοσαν πάσαι αι γυναίκες οπίσω αυτής μετά τυμπάνων και χορών 21εξήρχε δε αυτών Μαριάμ λέγουσα άσωμεν τω κυρίω ενδόξως γαρ δεδόξασται ίππον και αναβάτην έρριψεν εις θάλασσαν

Bitter Water at Marah

22εξήρε δε Μωυσής τους υιούς Ισραήλ από θαλάσσης ερυθράς και ήγαγεν αυτούς εις την έρημον Σούρ και επορεύοντο τρεις ημέρας εν τη ερήμω και ουχ ηύρισκον ύδωρ ώστε πιείν 23ήλθον δε εις Μερράν και ουκ ηδύναντο πιείν ύδωρ εκ Μερράς πικρόν γαρ ην διά τούτο επωνομάσθη το όνομα του τόπου εκείνου πικρία 24και διεγόγγυζεν ο λαός επί Μωυσή λέγοντες τι πιόμεθα 25εβόησε δε Μωυσής προς κύριον και έδειξεν αυτώ ο κύριος ξύλον και ενέβαλεν αυτό εις το ύδωρ και εγλυκάνθη το ύδωρ εκεί έθετο αυτώ δικαιώματα και κρίσεις και εκεί αυτον επείρασε 26και είπεν εάν ακούσης της φωνής κυρίου του θεού σου και τα αρεστά εναντίον αυτού ποιήσης και ενωτίση τας εντολάς αυτού και φυλάξης πάντα τα δικαιώματα αυτού πάσαν νόσον ην επήγαγον τοις Αιγυπτίοις ουκ επάξω επί σε εγώ γαρ ειμι κύριος ο ιώμενός σε 27και ήλθοσαν εις Ελείμ και ήσαν εκεί δώδεκα πηγαί υδάτων και εβδομήκοντα στελέχη φοινίκων παρενέβαλον δε εκεί παρά τα ύδατα
Copyright information for ABPGRK