Exodus 23

CHAPTER 23

Judicial Conduct

1ου παραδέξη ακοήν ματαίαν ου συγκαταθήση μετά του αδίκου γενέσθαι μάρτυς άδικος 2ουκ έση μετά πλειόνων επί κακία ου προστεθήση μετά πλήθους εκκλίναι κρίσιν 3και πένητα ουκ ελεήσεις εν κρίσει 4εάν δε συναντήσης τω βοί του εχθρού σου η τω υποζυγίω αυτού πλανωμένοις αποστρέψας αποδώσεις αυτώ 5εάν δε ίδης το υποζύγιον του εχθρού σου πεπτωκός υπό τον γόμον αυτού ου παρελεύση αυτό αλλά συνεγερείς αυτό μετ΄ αυτού 6ου διαστρέψεις κρίμα πένητος εν κρίσει αυτού 7από παντός ρήματος αδίκου αποστήση αθώον και δίκαιον ουκ αποκτενείς και ου δικαιώσεις τον ασεβή ένεκεν δώρων 8και δώρα ου λήψη τα γαρ δώρα εκτυφλοί οφθαλμούς βλεπόντων και λυμαίνεται ρήματα δίκαια 9και προσήλυτον ου κακώσετε ουδέ μη θλίψετε υμείς γαρ οίδατε την ψυχήν του προσηλύτου αυτοί γαρ προσήλυτοι ήτε εν γη Αιγύπτου

The Seventh Year and Day

10εξ έτη σπερείς την γην σου και συνάξεις τα γεννήματα αυτής 11τω δε εβδόμω άφεσιν ποιήσεις και ανήσεις αυτήν και έδονται οι πτωχοί του έθνους σου τα δε υπολειπόμενα αυτων έδεται τα θηρία τα άγρια ούτω ποιήσεις τον αμπελώνά σου και τον ελαιώνά σου 12εξ ημέρας ποιήσεις τα έργα σου τη δε ημέρα τη εβδόμη αναπαύση ίνα αναπαύσηται ο βούς σου και το υποζύγιόν σου και ίνα αναψύξη ο υιός της παιδίσκης σου και ο προσήλυτος 13πάντα όσα είρηκα προς υμάς φυλάξασθε και όνομα θεών ετέρων ουκ αναμνήσεσθε ουδε μη ακουσθή εκ του στόματος υμών

The Three Holidays

14τρεις καιρούς του ενιαυτού εορτάσατέ μοι 15την εορτήν των αζύμων φυλάξασθε ποιείν επτά ημέρας έδεσθε άζυμα καθάπερ ενετειλάμην σοι κατά τον καιρόν του μηνός των νέων εν γαρ αυτώ εξήλθες εξ Αιγύπτου ουκ οφθήση ενώπιόν μου κενός 16και εορτήν του θερισμού πρωτογεννημάτων ποιήσεις των έργων σου ων εάν σπειρείς εν τω αγρώ σου και εορτήν συντελείας επ΄ εξόδου του ενιαυτού εν τη συναγωγή των έργων σου των εκ του άγρου σου 17τρεις καιρούς του ενιαυτού οφθήσεται παν αρσενικόν σου ενώπιον κυρίου του θεού σου 18όταν γαρ εκβάλω τα έθνη από προσώπου σου και εμπλατύνω τα όριά σου ου θύσεις επί ζύμη αίμα θυσιάσματος μου ουδέ μη κοιμηθή στέαρ της εορτής μου έως πρωϊ 19τας απαρχάς των πρωτογεννημάτων της γης σου εισοίσεις εις τον οίκον κυρίου του θεού σου ουχ εψήσεις άρνα εν γάλακτι μητρός αυτού

Warning against Serving Other Gods

20και ιδού εγώ αποστέλλω τον άγγελόν μου προ προσώπου σου ίνα φυλάξη σε εν τη οδώ όπως εισαγάγη σε εις την γην ην ητοίμασά σοι 21πρόσεχε σεαυτώ και εισάκουε αυτού και μη απείθει αυτώ ου γαρ μη υποστείληταί σε το γαρ όνομά μου εστίν επ΄ αυτώ 22εάν ακοή ακούσης της εμής φωνής και ποιήσης πάντα όσα αν εντέλλομαί σοι εχθρεύσω τοις εχθροίς σου και αντικείσομαι τοις αντικειμένοις σου 23πορεύσεται γαρ ο άγγελός μου ηγούμενός σου και εισάξει σε προς τον Αμορραίον και Χετταίον και Φερεζαίον και Χαναναίον και Γεργεσαίον και Ευαίον και Ιεβουσαίον και εκτρίψω αυτούς 24ου προσκυνήσεις τοις θεοίς αυτών ουδε μη λατρεύσεις αυτοίς ου ποιήσεις κατά τα εργα αυτών αλλά καθαιρέσει καθέλεις αυτούς και συντρίβων συντρίψεις τας στήλας αυτών 25και λατρεύσεις κυρίω τω θεώ σου και ευλογήσω τον άρτον σου και τον οίνόν σου και το ύδωρ σου και αποστρέψω μαλακίαν αφ΄ υμών 26ουκ έσται αγονος ουδέ στείρα επί της γης σου τον αριθμόν των ημερών σου αναπληρώσω 27και τον φόβον μου αποστελώ ηγούμενόν σου και εκστήσω πάντα τα έθνη εις ους συ εισπορευη εις αυτούς και δώσω πάντας τους υπεναντίους σου φυγάδας 28και αποστελώ τας σφηκίας προτέρας σου και εκβαλώ τους Αμορραίους και τους Ευαίους και τους Χαναναίους και τους Χετταίους από σου 29ουκ εκβαλώ αυτούς από προσώπου σου εν ενιαυτώ ενί ίνα μη γένηται η γη έρημος και πολλά γένηται επί σε τα θηρία της γης 30κατά μικρόν μικρόν εκβαλώ αυτούς από σου έως αν αυξηθής και κληρονομήσης την γην 31και θήσω τα όριά σου από της ερυθράς θαλάσσης έως της θαλάσσης της Φυλιστιείμ και από της ερήμου έως του ποταμού του μεγάλου Ευφράτου και παραδώσω εις τας χείρας υμών τους εγκαθημένους εν τη γη και εκβαλώ αυτούς από σου 32ου συγκαταθήση αυτοίς και τοις θεοίς αυτών ου θήσεις διαθήκην 33και ουκ εγκαθήσονται εν τη γη σου ίνα μη αμαρτάνειν σε ποιήσωσι προς με εάν γαρ δουλεύσης τοις θεοίς αυτών ούτοι έσονταί σοι πρόσκομμα
Copyright information for ABPGRK