Ezekiel 11

CHAPTER 11

Judgment on Jerusalem's Leaders

και ανέλαβέ με πνεύμα και ήγαγέ με επί την πύλην του οίκου κυρίου την κατέναντι την βλέπουσαν κατά ανατολάς και ιδού επί των προθύρων της πύλης ως είκοσι και πέντε άνδρες και ίδον εν μέσω αυτών τον Ιεχονίαν τον του Εζερ και Φαλτίαν τον του Βαναίου τους αφηγουμένους του λαού και είπε προς με υιέ ανθρώπου ούτοι οι άνδρες οι λογιζόμενοι μάταια και βουλευόμενοι βουλήν πονηράν εν τη πόλει ταύτη οι λέγοντες ουχί προσφάτως ωκοδόμηνται αι οικίαι αύτη εστίν ο λέβης ημείς δε τα κρέα διά τούτο προφήτευσον επ΄ αυτούς προφήτευσον υιέ ανθρώπου

Ezekiel Prophesies against Israel

και έπεσεν επ΄ εμέ πνεύμα κυρίου και είπε προς με λέγε τάδε λέγει κύριος ούτως είπατε οίκος Ισραήλ και τα διαβούλια του πνεύματος υμών εγώ επίσταμαι επληθύνατε νεκρούς υμών εν τη πόλει ταύτη και ενεπλήσατε τας οδούς αυτής τραυματιών διά τούτο τάδε λέγει Αδωναϊ κύριος τους νεκρούς υμών ους επατάξατε εν μέσω αυτής ούτοι εισί τα κρέα αύτη δε εστι ο λέβης και υμάς εξάξω εκ μέσου αυτής ρομφαίαν φοβείσθε και ρομφαίαν επάξω εφ΄ υμάς λέγει Αδωναϊ κύριος και εξάξω υμάς εκ μέσου αυτής και παραδώσω υμάς εις χείρας αλλοτρίων και ποιήσω εν υμίν κρίματα 10 εν ρομφαία πεσείσθε επί των ορίων του Ισραήλ κρινώ υμάς και επιγνώσεσθε διότι εγώ κύριος 11 αύτη υμίν ουκ έσται εις λέβητα και υμείς ου μη γένησθε εν μέσω αυτής εις κρέα 12 επί των ορίων του Ισραήλ κρινώ υμάς και επιγνώσεσθε διότι εγώ κύριος ότι εν ταις εντολαίς μου ουκ επορεύθητε και τα κρίματά μου ουκ εποιήσατε και κατά τα κρίματα των εθνών των περικύκλω υμών εποιήσατε 13 και εγένετο εν τω προφητεύειν με και Φαλτίας ο του Βαναίου απέθανε και πίπτω επί πρόσωπόν μου και ανεβόησα φωνή μεγάλη και είπον οίμοι Αδωναϊ κύριε εις συντέλειαν ποιείς συ τους καταλοίπους του Ισραήλ 14 και εγένετο λόγος κυρίου προς με λέγων 15 υιέ ανθρώπου οι αδελφοί σου και οι άνδρες της αιχμαλωσίας σου και πας ο οίκος του Ισραήλ συντετέλεσται οις είπαν αυτοίς οι κατοικούντες Ιερουσαλήμ μακράν απέχετε από του κυρίου ημίν δέδοται η γη εις κληρονομίαν 16 διά τούτο είπον τάδε λέγει Αδωναϊ κύριος ότι απώσομαι αυτούς εις τα έθνη και διασκορπιώ αυτούς εις πάσαν γην και έσομαι αυτοίς εις αγίασμα μικρόν εν ταις χώραις ου εάν εισέλθωσιν εκεί 17 διά τούτο είπον τάδε λέγει Αδωναϊ κύριος και εισδέξομαι αυτούς εκ των εθνών και συνάξω αυτούς εκ των χωρών ου διέσπειρα αυτούς εν αυταίς και δώσω αυτοίς την γην του Ισραήλ 18 και εισελεύσονται εκεί και εξαρούσι πάντα τα βδελύγματα αυτής και πάσας τας ανομίας αυτής εξ αυτής

Future Restoration Promised

19 και δώσω αυτοίς καρδίαν ετέραν και πνεύμα καινόν δώσω εν αυτοίς και εκσπάσω την καρδίαν την λιθίνην εκ της σαρκός αυτών και δώσω αυτοίς καρδίαν σαρκίνην 20 όπως εν τοις προστάγμασί μου πορεύωνται και τα δικαιώματά μου φυλάσσωνται και ποιώσιν αυτά και έσονταί μοι εις λαόν και εγώ έσομαι αυτοίς εις θεόν 21 και εις την καρδίαν των βδελυγμάτων αυτών και των ανομιών αυτών ως η καρδία αυτών επορεύετο τας οδούς αυτών εις κεφαλάς αυτών δέδωκα λέγει Αδωναϊ κύριος 22 και εξήραν τα χερουβείμ τας πτέρυγας αυτών και οι τροχοί εχόμενοι αυτών και η δόξα θεού Ισραήλ επ΄ αυτά υπεράνω αυτών 23 και ανέβη η δόξα κυρίου εκ μέσης της πόλεως και έστη επί του όρους ο ην απέναντι της πόλεως 24 και πνεύμα ανέλαβέ με και ήγαγέ με εις γην Χαλδαίων εις την αιχμαλωσίαν εν οράσει εν πνεύματι θεού και ανέβην από της οράσεως ης ίδον 25 και ελάλησα προς την αιχμαλωσίαν πάντας τους λόγους του κυρίου ους έδειξέ μοι
Copyright information for ABPGRK