Ezekiel 13

CHAPTER 13

Ezekiel Prophesies against the Prophets

1και εγένετο λόγος κυρίου προς με λέγων 2υιέ ανθρώπου προφήτευσον επί τους προφήτας του Ισραήλ τους προφητεύοντας και ερείς τοις προφήταις τοις προφητεύουσιν από καρδίας αυτών και προφητεύσεις και ερείς προς αυτούς ακούσατε λόγον κυρίου 3τάδε λέγει Αδωναϊ κύριος ουαί τοις προφητεύουσιν από καρδίας αυτών τοις πορευομένοις οπίσω του πνεύματος αυτών και το καθόλου μη βλέπουσιν 4ως αλώπεκες εν ταις ερήμοις οι προφήταί σου Ισραήλ 5ουκ έστησάν εν στερεώματι και ου συνήγαγον ποιμνια επί τον οίκον του Ισραήλ ουκ ανέστησαν εν πολέμω οι λέγοντες εν ημέρα κυρίου 6βλέποντες ψευδή μαντεύομενοι μάταια οι λέγοντες λέγει κύριος και κύριος ουκ απέσταλκεν αυτούς και ήρξαντο του αναστήσαι λόγον 7ουχί όρασιν ψευδή εωράκατε και μαντείας ματαίας ειρήκατε και λέγετε φησί κύριος και εγώ ουκ ελάλησα 8διά τούτο είπον τάδε λέγει Αδωναϊ κύριος ανθ΄ ων οι λόγοι υμών ψευδείς και αι μαντείαι υμών μάταιαι διά τούτο ιδού εγώ εφ΄ υμάς λέγει Αδωναϊ κύριος 9και εκτενώ την χείρά μου επί τους προφήτας τους ορώντας ψευδή και τους αποφθεγγομένους μάταια εν παιδεία του λαού μου ουκ έσονται ουδέ εν γραφή οίκου Ισραήλ ου γραφήσονται και εις την γην του Ισραήλ ουκ εισελεύσονται και γνώσονται διότι εγώ Αδωναϊ κύριος

The Wall shall Fall

10ανθ΄ ων επλάνησαν τον λαόν μου λέγοντες ειρήνη και ουκ ην ειρήνη και ούτος οικοδομεί τοίχον και αυτοί αλείφουσιν αυτόν πεσείται 11είπε προς τους αλείφοντας αυτόν ότι πεσείται και έσται υετός κατακλύζων και δώσω λίθους πετροβόλους εις τους ενδέσμους αυτών και πεσούνται και πνεύμα εξαίρον και ραγήσεται 12και ιδού πέπτωκεν ο τοίχος και ουκ ερούσι προς υμάς που εστιν η αλοιφή υμών ην ηλείψατε 13διά τούτο τάδε λέγει Αδωναϊ κύριος και ρήξω πνοήν εξαίρουσαν μετά θυμού και υετός κατακλύζων εν οργή μου έσται και τους λίθους τους πετροβόλους εν θυμώ επάξω εις συντέλειαν 14και κατασκάψω τον τοίχον ον ηλείψατε και πεσείται και θήσω αυτόν επί την γην και αποκαλυφθήσεται τα θεμέλια αυτού και πεσείται και συντελεσθήσεσθε μετ΄ ελέγχων και επιγνώσεσθε διότι εγώ κύριος 15και συντελέσω τον θυμόν μου επί τον τοίχον και επί τους αλείφοντας αυτόν και πεσείται και είπον προς υμάς ουκ έστιν ο τοίχος ουδέ οι αλείφοντες αυτόν 16οι προφήται του Ισραήλ οι προφητεύοντες επί Ιερουσαλήμ και οι ορώντες αυτήν ειρήνην και ουκ έστιν ειρήνη λέγει Αδωναϊ κύριος

The LORD is against the False Prophetesses

17και συ υιέ ανθρώπου στήριξον το πρόσωπόν σου επί τας θυγατέρες του λαού σου τας προφητευούσας από καρδίας αυτών και προφήτευσον επ΄ αυτάς 18και ερείς τάδε λέγει Αδωναϊ κύριος ουαί ταις συρραπτούσαις προσκεφάλαια υπό πάντα αγκώνα χειρός και ποιούσαις επιβόλαια επί πάσαν κεφαλήν πάσης ηλικίας του διαστρέφειν ψυχάς αι ψυχαί διεστράφησαν του λαού μου και ψυχάς περιεποιούντο 19και εβεβήλουν με προς τον λαόν μου ένεκεν δρακός κριθών και ένεκεν κλασμάτων άρτων του αποκτείναι ψυχάς ας ουκ έδει αποθανείν και του περιποιήσασθαι ψυχάς ας ουκ έδει ζήσαι εν τω αποφθέγγεσθαι υμάς λαώ εισακούοντι μάταια αποφθέγματα 20διά τούτο τάδε λέγει Αδωναϊ κύριος ιδού εγώ επί τα προσκεφάλαια υμών εφ΄ α υμείς εκεί συστρέφετε ψυχάς και διαρρήξω αυτά από των βραχιόνων υμών και εξαποστελώ τας ψυχάς ας υμείς εξεστρέψατε τας ψυχάς αυτών εις διασκορπισμόν 21και διαρρήξω τα επιβόλαια υμών και ρύσομαι τον λαόν μου εκ χειρός υμών και ουκέτι έσονται εν χερσίν υμών εις συστροφήν και επιγνώσεσθε διότι εγώ κύριος 22ανθ΄ ων διεστρέφετε καρδίαν δικαίου αδίκως και εγώ ου διέστρεφον αυτόν και του κατισχύσαι χείρας ανόμου το καθόλου μη αποστρέψαι αυτόν από της οδού αυτού της πονηράς και ζήσαι αυτόν 23διά τούτο ψευδή ου μη ίδητε και μαντείας ου μη μαντεύσησθε έτι και ρύσομαι τον λαόν μου εκ χειρός υμών και γνώσεσθε διότι εγώ κύριος
Copyright information for ABPGRK