Ezekiel 15

CHAPTER 15

The Parable of the Vine

και εγένετο λόγος κυρίου προς με λέγων και συ υιέ ανθρώπου τι αν γένοιτο το ξύλον της αμπέλου εκ πάντων των ξύλων των κλημάτων των όντων εν τοις ξύλοις του δρυμού ει λήψονται εξ αυτής ξύλον του ποιήσαι εις εργασίαν ει λήψονται εξ αυτής πάσσαλον του κρεμάσαι επ΄ αυτόν παν σκεύος ιδού πυρί δέδοται εις ανάλωσιν την κατ΄ ενιαυτόν κάθαρσιν απ΄ αυτής αναλίσκει το πυρ και εκλείπει εις τέλος μη χρήσιμόν εστιν εις εργασίαν ουδέ έτι αυτού όντος ολοκλήρου ουκ έσται εις εργασίαν μη ότι εάν και πυρ αυτό αναλώση εις τέλος ει ποιηθήσεται εις εργασίαν διά τούτο τάδε λέγει Αδωναϊ κύριος ον τρόπον το ξύλον της αμπέλου εν τοις ξύλοις του δρυμού ο δέδωκα αυτό τω πυρί εις ανάλωσιν ούτως δέδωκα τους κατοικούντας εν Ιερουσαλήμ και δώσω το πρόσωπόν μου επ΄ αυτούς εκ του πυρός εξελεύσονται και πυρ καταφάγεται αυτούς και γνώσονται ότι εγώ κύριος εν τω στηρίσαι με το πρόσωπόν μου επ΄ αυτούς και δώσω την γην εις αφανισμόν ανθ΄ ων παρέπεσον παραπτώματι λέγει Αδωναϊ κύριος
Copyright information for ABPGRK