Ezekiel 16

CHAPTER 16

The Origins of Jerusalem

1και εγένετο λόγος κυρίου προς με λέγων 2υιέ ανθρώπου διαμάρτυραι τη Ιερουσαλήμ τας ανομίας αυτής 3και ερείς τάδε λέγει Αδωναϊ κύριος τη Ιερουσαλήμ η ρίζα σου και η γένεσίς σου εκ γης Χαναάν ο πατήρ σου Αμορραίος και η μήτηρ σου Χετταία 4και η γένεσίς σου εν η ημέρα ετέχθης ουκ ετμήθη ο ομφαλός σου και εν ύδατι ουκ ελούσθης εις σωτηρίαν ουδέ αλί ηλίσθης και σπαργάνοις ουκ εσπαργανώθης 5ουδέ εφείσατο επί σοι ο οφθαλμός μου του ποιήσαι επί σοι εν εκ πάντων τούτων του παθείν τι επί σοι και απερρίφης επί πρόσωπον του πεδίου τη σκολιότητι της ψυχής σου εν η ημέρα ετέχθης 6και διήλθον επί σε και ειδόν σε πεφυρμένην εν τω αίματί σου και είπόν σοι εκ του αίματός σου ζήσον και είπόν σοι συν τω αίματί σου ζωή 7πληθύνου καθώς η ανατολή του αγρού δέδωκά σε και επληθύνθης και εμεγαλύνθης και εισήλθες εις πόλεις πόλεων οι μαστοί σου ανωρθώθησαν και η θριξ σου ανέτειλε συ δε ήσθα γυμνή και ασχημονούσα 8και διήλθον διά σου και είδόν σε και ιδού καιρός σου και καιρός καταλυόντων και διεπέτασα τας πτέρυγάς μου επί σε και εκάλυψα την ασχημοσύνην σου και ώμοσά σοι και εισήλθον εν διαθήκη μετά σου λέγει Αδωναϊ κύριος και εγένου μοι 9και έλουσά σε εν ύδατι και απέπλυνα το αίμά σου από σου και έχρισά σε εν ελαιώ 10και ενέδυσά σε ποικίλα και υπέδησά σε υάκινθον και έζωσά σε βύσσω και περιέβαλόν σε τριχάπτω 11και εκόσμησά σε κόσμω και περιέθηκα ψέλλια περί τας χείράς σου και κάθεμα περί τον τράχηλόν σου 12και έδωκα ενώτιον περί τον μυκτήρά σου και τροχίσκους επί τα ώτά σου και στέφανον καυχήσεως επί την κεφαλήν σου 13και εκοσμήθης χρυσίω και αργυρίω και τα περιβόλαιά σου βύσσινα και τρίχαπτα και ποικίλα σεμίδαλιν και έλαιον και μέλι έφαγες και εγένου καλή σφόδρα σφοδρώς και κατευθύνθης εις βασιλείαν 14και εξήλθέ σου όνομα εν τοις έθνεσιν εν τω κάλλει σου διότι συντετελεσμένον ην εν ευπρεπεία εν τη ωραιότητι η έταξα επί σε λέγει Αδωναϊ κύριος 15και επεποίθεις εν τω κάλλει σου και επόρνευσας επί τω ονόματί σου και εξέχεας την πορνείαν σου επί πάντα πάροδον αυτώ εγίνετο

Jerusalem Plays the Harlot

16και έλαβες εκ των ιματίων σου και εποίησας σεαυτή είδωλα ραπτά και εξεπόρνευσας επ΄ αυτά και ου μη εισέλθης ουδέ μη γένηται 17και έλαβες τα σκεύη της καυχήσεως σου εκ του χρυσίου μου και εκ του αργυρίου μου εξ ων έδωκά σοι και εποίησας σεαυτή εικόνας αρσενικάς και εξεπόρνευσας εν αυταίς 18και έλαβες τον ιματισμόν τον ποικίλον σου και περιέβαλες αυτα και το έλαιόν μου και το θυμίαμά μου έθηκας προ προσώπου αυτών 19και τους άρτους μου ους έδωκά σοι σεμίδαλιν και έλαιον και μέλι εψώμισά σε και έθηκας αυτά προ προσώπου αυτών εις οσμήν ευωδίας και εγένετο λέγει Αδωναϊ κύριος 20και έλαβες τους υιούς σου και τας θυγατέρας σου ας εγέννησας και έθυσας αυτοίς εις ανάλωσιν ως μικρά εξεπόρνευσας 21και έσφαξας τα τέκνα σου και έδωκας αυτά εν τω αποτροπιάζεσθαί σε αυτά αυτοίς 22τούτο παρά πάσαν πορνείαν σου και τα βδελύγματά σου και ουκ εμνήσθης της ημέρας της νηπιότητός σου ότε ήσθα γυμνή και ασχημονούσα πεφυρμένη εν τω αίματί σου και έζησας 23και εγένετο μετά πάσας τας καίας σου ουαί ουαί σοι λέγει Αδωναϊ κύριος 24και ωκοδόμησας σεαυτή οίκημα πορνικόν και εποίησας σεαυτή έκθεμα εν πάση πλατεία 25και επ΄ αρχής πάσης οδού ωκοδόμησας τας πορνείας σου και ελυμήνω το κάλλος σου και διήγαγες τα σκέλη σου παντί παρόδω και επλήθυνας την πορνείαν σου

Jerusalem Fornicates with the Nations

26και εξεπόρνευσας επί τους υιούς Αιγύπτου τους ομορούντάς σοι τους μεγαλοσάρκους και πολλαχώς εξεπόρνευσας του παροργίσαι με 27και ιδού εκτείνω την χείρά μου επί σε και εξαρώ τα νόμιμά σου και παραδώσω εις ψυχάς μισούντων σε θυγατέρας αλλοφύλων τας εκκλινούσας από της οδού σου ης ησέβησας 28και εξεπόρνευσας επί τας υιούς Ασσούρ και ουδ΄ ούτως ενεπλήσθης και εξεπόρνευσας και ουκ ενεπλήσθης 29και επλήθυνας τας πορνείας σου προς γην Χαναάν και εις τους Χαλδαίους και ουδέ εν τούτοις ενεπλήσθης 30τι ποιήσω τη καρδία σου λέγει Αδωναϊ κύριος εν τω ποιήσαί σε πάντα ταύτα έργα γυναικός πόρνης παρρησιαζομένης και εξεπόρνευσας τρισσώς εν ταις θυγατράσι σου 31εν τω ωκοδομήσαί σε το πορνείόν σου εν αρχή πάσης οδού και την βάσιν σου εποίησας εν πάση πλατεία και ουκ εγένου ως πόρνη συνάγουσα μισθώματα 32η γυνή η μοιχωμένη ομοία σοι η παρά του ανδρός αυτής λαμβάνουσα μισθώματα 33και πάσι τοις εκπορνεύσασιν αυτήν προσεδίδου μισθώματα και συ δέδωκας μισθώματα πάσι τοις ερασταίς σου και εφόρτιζες αυτούς του έρχεσθαι προς σε κυκλόθεν εν τη πορνεία σου 34και εγένετο εν σοι διεστραμμένον παρά τας γυναίκας εν τη πορνεία σου και μετά σε ον πορνεύσουσιν εν τω γαρ προσδιδόναι σε μισθώματα και μισθώματα ουκ εδόθη σοι γέγονεν εν σοι διεστραμμένον 35διά τούτο πόρνη άκουε λόγον κυρίου

The LORD's Judgment on Jerusalem

36τάδε λέγει Αδωναϊ κύριος ανθ΄ ων εξέχεας τον χαλκόν σου και αποκαλυφθήσεται η αισχύνη σου εν τη πορνεία σου προς τους εραστάς σου και εις πάντα τα ενθυμήματα των ανομιών σου και εν τοις αίμασι των τέκνων σου ων δέδωκας αυτοίς 37διά τούτο ιδού εγώ επί σε συνάγω πάντας τους εραστάς σου εν οις επεμίγης εν αυτοίς και πάντας ους ηγάπησας συν πάσιν οις εμίσεις και συνάξω αυτούς επί σε κυκλόθεν και αποκαλύψω τας κακίας σου προς αυτούς και όψονται πάσαν την αισχύνην σου 38και εκδικήσω σε εκδικήσει μοιχαλίδος και εκχεούσης αίμα και θήσω σε εν αίματι θυμού και ζήλου 39και παραδώσω σε εις χείρας αυτών και κατασκάψουσι το πορνείόν σου και καθελούσι την βάσιν σου και εκδύσουσί σε τα ιμάτιά σου και λήψονται τα σκεύη της καυχήσεώς σου και αφήσουσί σε γυμνήν και ασχημονούσαν 40και άξουσιν επί σε όχλους και λιθοβολήσουσί σε εν λίθοις και κατασφάξουσί σε εν τοις ξίφεσιν αυτών 41και εμπρήσουσι τους οίκους σου εν πυρί και ποιήσουσιν εν σοι εκδικήσεις ενώπιον γυναικών πολλών και αποστρέψω σε από πορνείας και μισθώματα ου μη δώσω ουκέτι 42και επαφήσω τον θυμόν μου επί σε και εξαρθήσεται ο ζήλός μου εκ σου και αναπαύσομαι και ου μη μεριμνήσω έτι 43ανθ΄ ων ουκ εμνήσθης την ημέραν της νηπιότητός σου και ελύπεις με εν πάσι τούτοις και ιδού εγώ τας οδούς σου εις κεφαλήν σου δέδωκα λέγει Αδωναϊ κύριος και ούτως ουκ εποίησας την ασεβειαν επί πάσαις ταις ανομίαις σου 44ταύτα εστι πάντα όσα είπον κατά σου εν παραβολή λέγοντες καθώς η μήτηρ ούτως και η θυγάτηρ 45η θυγάτηρ της μητρός σου συ ει η απωσαμένη τον άνδρα αυτής και τα τέκνα αυτής και αδελφή των αδελφών σου των απωσαμένων τους άνδρας αυτών και τα τέκνα αυτών η μήτηρ υμών Χετταία και ο πατήρ υμών Αμορραίος

Jerusalem is Compared to Samaria and Sodom

46η αδελφή σου η πρεσβυτέρα Σαμάρεια αυτή και αι θυγατέρες αυτής αι κατοικούσαι εξ ευωνύμων σου και η αδελφή σου η νεωτέρα η κατοικούσα εκ δεξιών σου Σόδομα και αι θυγατέρες αυτής 47και ουδ΄ ως εν ταις οδοίς αυτών επορεύθης ουδέ κατά τας ανομίας αυτών εποίησας κατά μικρόν και υπέρκεισαι αυτάς εν πάσαις ταις οδοίς σου 48ζω εγώ λέγει Αδωνάϊί κύριος ει πεποίηκε Σόδομα η αδελφή σου αυτή και αι θυγατέρες αυτής ον τρόπον εποίησας συ και αι θυγατέρες σου 49πλην τούτο το ανόμημα Σοδόμων της αδελφής σου υπερηφανία εν πλησμονή άρτων και εν ευθηνία εσπατάλων αυτή και αι θυγατέρες αυτής τούτο υπήρχεν εν αυτή και ταις θυγατράσιν αυτής και χείρα πτωχού και πένητος ουκ αντελαμβάνοντο 50και εμεγαλαύχουν και εποίησαν ανομήματα ενώπιον μού και εξήρα αυτας καθώς είδον 51και Σαμάρεια κατά τας ημίσεις των αμαρτιών σου ουχ ήμαρτε και επλήθυνας τας ανομίας σου υπέρ αυτάς και εδικαίωσας τας αδελφάς σου εν πάσαις ταις ανομίαις σου αις εποίησας 52και σου κόμισαι την βάσανόν σου εν η έφθειρας τας αδελφάς σου εν ταις αμαρτίαις σου αις ηνόμησας υπέρ αυτάς και εδικαίωσας αυτάς υπέρ σεαυτήν και συ αισχύνθητι και λάβε την ατιμίαν σου εν τω δικαιώσαί σε τας αδελφάς σου 53και αποστρέψω τας αποστροφάς αυτών την αποστροφήν Σοδόμων και των θυγατέρων αυτής και αποστρέψω την αποστροφήν Σαμαρείας και των θυγατέρων αυτής και αποστρέψω την αποστροφήν σου εν μέσω αυτών 54όπως κομίση την βάσανόν σου και ατιμωθήση εκ πάντων ων εποίησας εν τω σε παροργίσαι με 55και η αδελφή σου Σόδομα και αι θυγατέρες αυτής αποκατασταθήσονται καθώς ήσαν απ΄ αρχής και Σαμάρεια και αι θυγατέρες αυτής αποκατασταθήσονται καθώς ήσαν απ΄ αρχής και συ και αι θυγατέρες σου αποκατασταθήσεσθε καθώς ήτε απ΄ αρχής 56και ει μη ην Σόδομα η αδελφή σου εις ακοήν εν τω στόματί σου εν ταις ημέραις της υπερηφανίας σου 57προ του αποκαλυφθήναι τας κακίας σου ον τρόπον νυν όνειδος ει θυγατέρων Συρίας και πάντων των κύκλω σου και θυγατέρων αλλοφύλων των περιεχουσών σε κύκλω 58τας ασεβείας σου και τας ανομίας σου συ κεκόμισαι αυτάς λέγει κύριος 59τάδε λέγει Αδωναϊ κύριος και ποιήσω εν σοι καθώς εποίησας ως ητίμωσας την αράν τούτο παραβήναι την διαθήκην μου 60και μνησθήσομαι εγω της διαθήκης μου της μετά σου εν ημέραις νηπιότητός σου και αναστήσω σοι την διαθήκην αιώνιον 61και μνησθήση των οδών σου και εξατιμωθήση εν τω αναλαμβάνειν σε τας αδελφάς σου τας πρεσβυτέρας σου συν ταις νεωτέραις σου και δώσω αυτάς σοι εις οικοδομήν και ουκ εκ διαθήκης σου 62και αναστήσω εγώ την διαθήκην μου μετά σου και επιγνώση ότι εγώ κύριος 63όπως μνησθής και αισχυνθής και μη η σοι έτι ανοίξαι το στόμα σου από προσώπου της ατιμίας σου εν τω εξιλάσκεσθαί με σοι κατά πάντα όσα εποίησας λέγει Αδωναϊ κύριος
Copyright information for ABPGRK