Ezekiel 18

CHAPTER 18

Parable of the Unripe Grapes

1και εγένετο λόγος κυρίου προς με λέγων 2υιέ ανθρώπου τις υμίν η παραβολή αυτη επί της γης του Ισραήλ λέγοντες οι πατέρες έφαγον όμφακα και οι οδόντες των τέκνων εγομφίασαν 3ζω εγώ λέγει Αδωναϊ κύριος εάν γένηται έτι λεγομένη η παραβολή αύτη εν τω Ισραήλ

The Soul Who Sins Shall Die

4ότι πάσαι αι ψυχαί εμαί εισιν ον τρόπον η ψυχή του πατρός και η ψυχή του υιόυ εμαί εισιν η ψυχή η αμαρτάνουσα αύτη αποθανείται 5ο δε άνθρωπος ος έσται δίκαιος ο ποιών κρίμα και δικαιοσύνην 6επί των ορέων ου φάγεται και τους οφθαλμούς αυτού ου μη επάρη προς τα ενθυμήματα οίκου Ισραήλ και την γυναίκα του πλησίον αυτού ου μη μιανή και προς γυναίκα εν αφέδρω ούσαν ου προσεγγιεί 7και άνθρωπον ου μη καταδυναστεύση και ενεχυρασμόν οφείλοντος αποδώσει και άρπαγμα ουχ αρπάται τον άρτον αυτού τω πεινώντι δώσει και γυμνόν περιβαλεί ιμάτιον 8το αργύριον αυτού επί τόκω ου δώσει και πλεονασμόν ου λήψεται απο αδικίας αποστρέψει την χείρα αυτού κρίμα δίκαιον ποιήσει αναμέσον ανδρός και του πλησίον αυτού 9και εν τοις προστάγμασί μου πεπόρευται και τα δικαιώματά μου πεφύλακται του ποιήσαι αυτά δίκαιος ούτός εστι ζωή ζήσεται λέγει Αδωναϊ κύριος 10και εάν γεννήση υιόν λοιμόν εκχέοντα αίμα και ποιούντα αμαρτήματα 11εν τη οδώ του πατρός αυτού του δικαίου ουκ επορεύθη αλλα και επί των ορέων έφαγε και την γυναίκα του πλησίον αυτού εμίανε 12και πτωχόν και πένητα κατεδυνάστευσε και άρπαγμα ήρπασε και ενεχυρασμόν ουκ απέδωκε και εις τα είδωλα έθετο τους οφθαλμούς αυτού ανομίαν πεποίηκε 13μετά τόκου έδωκε και πλεονασμόν έλαβεν ούτος ζωή ου ζήσεται πάσας τας ανομίας ταύτας εποίησε θανάτω θανατωθήσεται το αίμα αυτού επ΄ αυτόν έσται 14εάν δε γεννήση υιόν και είδη πάσας τας αμαρτίας του πατρός αυτού ας εποίησε και φοβηθή και μη ποιήση κατά ταύτα 15επί των ορέων ου βέβρωκε και τους οφθαλμούς αυτού ουκ έθετο εις τα ενθυμήματα οίκου Ισραήλ και την γυναίκα του πλησίον αυτού ουκ εμίανε 16και άνθρωπον ου κατεδυνάστευσε και ενεχυρασμόν ουκ ενεχύρασε και άρπαγμα ουχήρπασε τον άρτον αυτού πεινώντι έδωκε και γυμνόν περιέβαλεν ιμάτιον 17και από αδικίας απέστρεψε την χείρα αυτού τόκον και πλεονασμόν ουκ έλαβε δικαιοσύνην εποίησε και εν τοις προστάγμασί μου επορεύθη ου τελευτήσει εν ταις αδικίας του πατρός αυτού ζωή ζήσεται 18ο δε πατήρ αυτού θλίψει έθλιψε και αρπαγμα ήρπασε και εναντία εποίησεν εν μέσω του λαού αυτού και αποθανειται εν τη αδικία αυτού 19και ερείτε τι ότι ουκ έλαβε ο υιός την αδικίαν του πατρός αυτού ότι ο υιός κρίμα και δικαιοσύνην και έλεος πεποίηκε πάντα τα νόμιμά μου συνετήρησε και εποίησεν αυτά ζωή ζήσεται 20η δε ψυχή η αμαρτάνουσα αυτη αποθανείται ο δε υιός ου λήψεται την αδικίαν του πατρός και ο πατήρ ου λήψεται την αδικίαν του υιόυ δικαιοσύνη δικαίου επ΄ αυτόν έσται και ανομία ανόμου επ΄ αυτόν έσται

The Repentant One Shall Live

21και ο άνομος εάν επιστρέψη εκ πασών των ανομιών αυτού ων εποίησε και φυλάξηται πάσας τας εντολάς μου και ποιήση κρίμα και δικαιοσύνην και έλεος ζωή ζήσεται και ουκ αποθανείται 22πάντα τα παραπτώματα αυτού όσα εποίησεν ου μνησθήσεται αυτώ εν τη δικαιοσύνη αυτού η εποίησε ζήσεται 23μη θελήσει θελήσω τον θάνατον του ανόμου λέγει Αδωναϊ κύριος ως το αποστρέψαι αυτόν εκ της οδού αυτού της πονηράς και ζήσαι αυτόν 24εν δε τω αποστρέψαι δίκαιον από της δικαιοσύνης αυτού και ποιήσαι αδικίαν κατά πάσας τας αδικίας ας εποίησεν ο άνομος εάν ποιήση ου ζήσεται πάσαι αι δικαιοσύναι αυτού ας εποίησεν ου μη μνησθώσιν εν τω παραπτώματι αυτού ω παρέπεσε και εν ταις αμαρτίαις αυτού αις ήμαρτεν εν αυταίς αποθανείται 25και είπατε ου κατευθύνει η οδός κυρίου ακούσατε δη οίκος Ισραήλ μη η οδός μου ου κατευθύνει ουχί αι οδοί υμών κατευθυνει 26εν τω αποστρέψαι τον δίκαιον από της δικαιοσύνης αυτού και ποιήση παράπτωμα και αποθανη εν τω παραπτώματι ω εποίησεν εν αυτώ αποθανείται 27και εν τω αποστρέψαι άνομον από της ανομίας αυτού ης εποίησε και ποιήσει κρίμα και δικαιοσύνην ούτος την ψυχήν αυτού εφύλαξε 28και είδε και απέστρεψεν από πασών των ασεβειών αυτού ων εποίησε ζωή ζήσεται ου μη αποθάνη 29και λέγουσιν ο οίκος του Ισραήλ ου κατορθοί η οδός κυρίου μη η οδός μου ου κατορθοί οίκος Ισραήλ ουχί η οδός υμών ου κατορθοί 30διά τούτο έκαστον κατά την οδόν αυτού κρινώ υμάς οίκος Ισραήλ λέγει Αδωναϊ κύριος επιστράφητε και αποστρέψατε εκ πασών των ασεβειών υμών και ουκ έσονται υμίν εις κόλασιν αδικίας 31απορρίψατε αφ΄ εαυτών πάσας τας ασεβείας υμών ας ησεβήσατε εις εμέ και ποιήσατε εαυτοίς καρδίαν καινήν και πνεύμα καινόν και ινατί αποθνήσκετε οίκος Ισραήλ 32διότι ου βούλομαι τον θάνατον του αποθνήσκοντος λέγει Αδωναϊ κύριος επιστρέψατε ουν και ζήσετε
Copyright information for ABPGRK