Ezekiel 20

CHAPTER 20

Ezekiel Speaks to the Elders

και εγένετο εν τω έτει τω εβδόμω εν τω πέμπτω μηνί δεκάτη του μηνός ήλθον άνδρες εκ των πρεσβυτέρων του οίκου Ισραήλ επερωτήσαι τον κύριον και εκάθισαν προ προσώπου μου και εγένετο λόγος κυρίου προς με λέγων υιέ ανθρώπου λάλησον προς τους πρεσβυτέρους του Ισραήλ και ερείς προς αυτούς τάδε λέγει Αδωναϊ κύριος ει επερωτήσαί με υμείς έρχεσθε ζω εγώ ει αποκριθήσομαι υμίν λέγει Αδωναϊ κύριος ει εκδικήσω αυτούς εκδικήσει υιέ ανθρώπου τας ανομίας των πατέρων αυτών διαμάρτυραι αυτοίς και ερείς προς αυτούς τάδε λέγει κυριός αφ΄ ης ημέρας ηρέτισα τον οίκον του Ισραήλ και εγνωρίσθην τω σπέρματι οίκου του Ιακώβ και εγνώσθην αυτοίς εν γη Αιγύπτου και αντελαβόμην τη χειρί μου αυτών λέγων εγώ κύριος ο θεός υμών εν εκείνη τη ημέρα αντελαβόμην αυτών τη χειρί μου του εξαγαγείν αυτούς εκ γης Αιγύπτου εις την γην ην ητοίμασα αυτοίς γην ρέουσαν γάλα και μέλι κηρίον εστί παρά πάσαν την γην και είπα προς αυτούς έκαστος τα βδελύγματα των οφθαλμών αυτού απορριψάτω και εν τοις επιτηδεύμασιν Αιγύπτου μη μιαίνεσθε εγώ κύριος ο θεός υμών και απέστησαν απ΄ εμού και ουκ ηθέλησαν εισακούσαί μου έκαστος τα βδελύγματα των οφθαλμών αυτών ουκ απέρριψαν και τα επιτηδεύματα Αιγύπτου ουκ εγκατέλιπον και είπα του εκχέαι τον θυμόν μου επ΄ αυτούς του συντελέσαι την οργήν μου εν αυτοίς εν μέσω της Αιγύπτου και εποίησα όπως το όνομά μου το παράπαν μη βεβηλωθή ενώπιον των εθνών ων αυτοί εισιν εν μέσω αυτών εν οις εγνώσθην προς αυτούς ενώπιον αυτών του εξαγαγείν αυτούς εκ γης Αιγύπτου 10 και εξήγαγον αυτούς εκ γης Αιγύπτου και ήγαγον αυτούς εις την έρημον 11 και έδωκα αυτοίς τα προστάγματά μου και τα δικαιώματά μου εγνώρισα αυτοίς ως αν ποιήση αυτά άνθρωπος και ζήσεται εν αυτοίς 12 και τα σάββατά μου έδωκα αυτοίς του είναι εις σημείον αναμέσον εμού και αναμέσον αυτών του γνώναι αυτούς ότι εγώ κύριος ο αγιάζων αυτούς 13 και παρεπίκρανάν με ο οίκος του Ισραήλ εν τη ερήμω εν τοις προστάγμασί μου ουκ εκπορεύθησαν και τα δικαιώματά μου απώσαντο α ποιήσει αυτά άνθρωπος και ζήσεται εν αυτοίς και τα σάββατά μου εβεβήλωσαν σφόδρα και είπα του εκχέαι τον θυμόν μου επ΄ αυτούς εν τη ερήμω του εξαναλώσαι αυτούς 14 και εποίησα όπως το όνομά μου το παράπαν μη βεβηλωθή ενώπιον των εθνών ων εξήγαγον αυτούς κατ΄ οφθαλμούς αυτών 15 και εγώ εξήρα την χείρά μου επ΄ αυτούς εν τη ερήμω το παράπαν του μη εισαγαγείν αυτούς εις την γην ην έδωκα αυτοίς γην ρέουσαν γάλα και μέλι κηρίον εστί παρά πάσαν την γην 16 ανθ΄ ων τα δικαιώματά μου απώσαντο και εν τοις προστάγμασί μου ουκ επορεύθησαν εν αυτοίς και τα σάββατά μου εβεβήλουν και οπίσω των ενθυμημάτων των καρδιών αυτών επορεύοντο 17 και εφείσατο αυτών ο οφθαλμός μου του μη εξαλείψαι αυτούς και ουκ εποίησα αυτούς εις συντέλειαν εν τη ερήμω 18 και είπον προς τα τέκνα αυτών εν τη ερήμω εν τοις νομίμοις των πατέρων υμών μη πορεύεσθε και τα δικαιώματα αυτών μη φυλάσσεσθε και εν τοις επιτηδεύμασιν αυτών μη συναναμίγνυσθε και μη μιαίνεσθε 19 εγώ κύριος ο θεός υμών εν τοις προστάγμασί μου πορεύεσθε και τα δικαιώματά μου φυλάσσεσθε και ποιείτε αυτά 20 και τα σάββατά μου αγιάζετε αυτά και έσται εις σημείον αναμέσον εμού και υμών του γινώσκειν ότι εγώ κύριος ο θεός υμών 21 και παρεπίκρανάν με και τα τέκνα αυτών εν τοις προστάγμασί μου ουκ επορεύθησαν και τα δικαιώματά μου ουκ εφυλάξαντο του ποιήσαι αυτά α ποιήσει άνθρωπος και ζήσεται εν αυτοίς και τα σάββατά μου εβεβήλωσαν και είπον του εκχέαι τον θυμόν μου επ΄ αυτούς και του συντελέσαι την οργήν μου επ΄ αυτούς εν τω ερήμω 22 και επέστρεψα την χείρά μου αυτοίς και εποίησα ένεκεν εμού όπως το όνομά μου το παράπαν μη βεβηλωθή ενώπιον των εθνών αφ΄ ων εξήγαγον αυτούς κατ΄ οφθαλμούς αυτών 23 και εξήρα την χείρά μου επ΄ αυτούς εν τη ερήμω του διασκορπίσαι αυτούς εν τοις έθνεσι και διασπείραι αυτούς εν ταις χώραις 24 ανθ΄ ων τα δικαιώματά μου ουκ εποίησαν και τα προστάγματά μου απώσαντο και τα σάββατά μου εβεβήλουν και οπίσω των ενθυμημάτων των πατέρων αυτών ήσαν οι οφθαλμοί αυτών 25 και εγώ έδωκα αυτοίς προστάγματα ου καλά και δικαιώματα εν οις ου ζήσονται εν αυτοίς 26 και μιανώ αυτούς εν τοις δόγμασιν αυτών εν τω διαπορεύεσθαί με παν διανοίγον μήτραν όπως αφανίσω αυτούς ίνα γνώσιν ότι εγώ κύριος 27 διά τούτο λάλησον προς τον οίκον του Ισραήλ υιέ ανθρώπου και ερείς προς αυτούς τάδε λέγει Αδωναϊ κύριος έως τούτου παρώργισάν με οι πατέρες υμών εν τοις παραπτώμασιν αυτών εν οις παρέπεσον εις εμέ 28 και εισήγαγον αυτούς εις την γην ην ήρα την χείρά μου του δούναι αυτήν αυτοίς και είδον πάντα βουνόν υψηλόν και παν ξύλον κατάσκιον και έθυσαν εκεί τοις θεοίς αυτών και έταξαν εκεί οργήν των δώρων και έταξαν εκεί οσμήν ευωδίας αυτών και έσπεισαν εκεί σπονδάς αυτών 29 και είπα προς αυτούς τι εστίν Αβαμά ότι υμείς εισπορεύεσθε εκεί και επεκάλεσαν το όνομα αυτού Αβαμά έως της σήμερον ημέρας

Judgment and Restoration

30 διά τούτο είπον προς τον οίκον του Ισραήλ τάδε λέγει Αδωναϊ κύριος ει εν ταις ανομίαις των πατέρων υμών υμείς μιαίνεσθε και οπίσω των βδελυγμάτων αυτών υμείς εκπορνεύετε 31 και εν ταις απαρχαίς των δομάτων υμών και εν τοις αφορισμοίς υμών εν τω διάγειν τα τέκνα υμών εν πυρί υμείς μιαίνεσθε εν πάσι τοις ενθυμήμασιν υμών έως της σήμερον ημέρας και εγώ αποκριθώ υμίν οίκος του Ισραήλ ζω εγώ λέγει Αδωναϊ κύριος ει αποκριθήσομαι υμίν και ει αναβήσεται επί το πνεύμα υμών τούτο 32 και ουκ έσται ον τρόπον υμείς λέγετε εσόμεθα ως τα έθνη και ως αι φυλαί της γης του λατρεύειν ξύλοις και λίθοις 33 διά τούτο ζω εγώ λέγει Αδωναϊ κύριος εν χειρί κραταιά και εν βραχίονι υψηλώ και εν θυμώ κεχυμένω βασιλεύσω εφ΄ υμάς 34 και εξάξω υμάς εκ των λαών και εισδέξομαι υμάς εκ των χωρών ου διεσκορπίσθητε εν αυταίς εν χειρί κραταιά και εν βραχίονι υψηλώ και εν θυμώ κεχυμένω 35 και άξω υμάς εις την έρημον των λαών και διακριθήσομαι προς υμάς εκεί πρόσωπον κατά πρόσωπον 36 ον τρόπον διεκρίθην προς τους πατέρας υμών εν τη ερήμω γης Αιγύπτου ούτως κρινώ υμάς λέγει Αδωναϊ κύριος 37 και διάξω υμάς υπό την ράβδον μου και εισάξω υμάς εν αριθμώ 38 και εκλέξω εξ υμών τους ασεβείς και τους αφεστηκότας διότι εκ της παροικεσίας αυτών εξάξω αυτούς και εις την γην του Ισραήλ ουκ εισελεύσονται και επιγνωσεσθε διότι εγώ κύριος 39 και υμείς οίκος Ισραήλ τάδε λέγει Αδωναϊ κύριος έκαστος τα επιτηδεύματα αυτού εξάρατε και μετά ταύτα ει υμείς εισακούετέ μου και το όνομά μου το άγιον ου βεβηλώσετε ουκέτι εν τοις δώροις υμών και εν τοις επιτηδεύμασιν υμών 40 διότι επί του όρους μου του αγίου επ΄ όρους υψηλού Ισραήλ λέγει Αδωναϊ κύριος εκεί δουλεύσουσί μοι πας οίκος Ισραήλ εις τέλος επί της γης και εκεί προσδέξομαι αυτούς και εκεί επισκέψομαι τας απαρχάς υμών και τας απαρχάς των αφορισμών υμών εν πάσι τοις αγιάσμασιν υμών 41 εν οσμή ευωδίας προσδέξομαι υμάς εν τω εξαγαγείν με υμάς εκ των λαών και εισδέχεσθαι υμάς εκ των χωρών εν αις διεσκορπίσθητε εν αυταίς και αγιασθήσομαι εν υμίν κατ΄ οφθαλμούς των λαών 42 και επιγνώσεσθε διότι εγώ κύριος εν τω εισαγαγείν με υμάς εις την γην του Ισραήλ εις ην ήρα την χείρά μου του δούναι αυτήν τοις πατράσιν υμών 43 και μνησθήσεσθε εκεί των οδών υμών και των επιτηδευμάτων υμών οις εμιαίνεσθε εν αυτοίς και κόψεσθε τα πρόσωπα υμών εν πάσαις ταις κακίαις υμών 44 και επιγνώσεσθε διότι εγώ κύριος εν τω ποιήσαί με ούτως υμίν όπως το όνομά μου μη βεβηλωθή ου κατά τας οδούς υμών τας πονηράς ουδέ κατά τα επιτηδεύματα υμών τα διεφθαρμένα οίκος Ισραήλ λέγει Αδωναϊ κύριος 45 και εγένετο λόγος κυρίου προς με λέγων 46 υιέ ανθρώπου στήρισον το πρόσωπόν σου επί Θαιμάν και επίβλεψον επί Δαρώρ και προφήτευσον επί δρυμόν ηγούμενον Ναγέβ 47 και ερείς τω δρυμώ Ναγέβ άκουε λόγον κυρίου τάδε λέγει κύριος ιδού εγώ ανάπτω εν σοι πυρ και καταφάγεται εν σοι παν ξύλον χλωρόν και παν ξύλον ξηρόν ου σβεσθήσεται η φλοξ η εξαφθείσα και κατακαυθήσεται εν αυτή παν πρόσωπον από απηλιώτου έως βορρά 48 και επιγνώσεται πάσα σαρξ ότι εγώ κύριος εξέκαυσα αυτό και ου σβεσθήσεται 49 και είπον μηδαμώς κύριε κύριε αυτοί λέγουσι προς με ουχί παραβολή εστι λεγομένη αύτη
Copyright information for ABPGRK