Ezekiel 21

CHAPTER 21

Babylon -- God's Sword of Judgment

και εγένετο λόγος κυρίου προς με λέγων διά τούτο προφήτευσον υιέ ανθρώπου και στηρισον το πρόσωπόν σου επί Ιερουσαλήμ και επίβλεψον επί τα άγια αυτών και προφήτευσον επί την γην του Ισραήλ και ερείς προς την γην του Ισραήλ τάδε λέγει Αδωναϊ κύριος ιδού εγώ προς σε και εκσπάσω το εγχειρίδιόν μου εκ του κολεού αυτού και εξολοθρεύσω εκ σου άνομον και άδικον ανθ΄ ων εξολοθρεύσω εκ σου άδικον και άνομον ούτως εξελεύσεται το εγχειρίδιόν μου εκ του κολεού αυτού επί πάσαν σάρκα από απηλιώτου έως βορρά και επιγνώσεται πάσα σαρξ ότι εγώ κύριος εξέσπασα το εγχειρίδιον μου εκ του κολεού αυτού και ουκ αποστρέψει ουκέτι και συ υιέ ανθρώπου καταστέναξον εν συντριβή οσφύος σου και εν οδύναις στενάξεις κατ΄ οφθαλμούς αυτών και έσται εάν είπωσι προς σε ένεκε τίνος συ στενάζεις και ερείς επί τη αγγελία διότι έρχεται και θραυσθήσεται πάσα καρδία και παραλυθήσονται πάσαι χείρες και εκψύξει πάσα σαρξ και παν πνεύμα και πάντες μηροί μολυνθήσονται υγρασία ιδού έρχεται και έσται λέγει κύριος ο θεός και εγένετο λόγος κυρίου προς με λέγων υιέ ανθρώπου προφήτευσον και ερείς τάδε λέγει Αδωναϊ κύριος είπον ρομφαία ρομφαία οξύνου και θυμώθητι 10 όπως σφάξης σφάγια οξύνου όπως γένη εις στίλβωσιν ετοίμη εις παράλυσιν σφάζε εξουδένει απόθου παν ξύλον 11 και έδωκεν αυτήν ετοίμην του κρατείν χείρα αυτού εξηκονήθη η ρομφαία εστίν ετοίμη του δούναι αυτήν εις χείρα αποκεντούντος 12 ανάκραγε και ολόλυξον υιέ ανθρώπου ότι αυτή εγένετο εν τω λαώ μου αυτή εν πάσι τοις αφηγουμένοις του Ισραήλ παροικήσουσιν επί ρομφαία εγένετο εν τω λαώ μου διά τούτο κρότησον επί την χείρά σου 13 ότι δεδικαίωται και τι ει και φυλή απωσθή ουκ έσται λέγει Αδωναϊ κύριος 14 και συ υιέ ανθρώπου προφήτευσον και κρότησον χείρα επί χείρα και διπλασιάσον ρομφαίαν η τρίτη ρομφαία τραυματιών εστι ρομφαία τραυματιών η μεγάλη και εκστήσεις αυτούς 15 όπως θραυσθή η καρδία και πληθυνθώσιν οι ασθενούντες επί πάσαν πύλην αυτών παραδέδονται εις σφάγια ρομφαίας εύγε οξεία γέγονεν εις σφαγήν εύγε γέγονεν εις στίλβωσιν ως αστραπή διαπορεύου 16 οξύνου εκ δεξιών και εξ ευωνύμων ου αν το πρόσωπόν σου εξεγείρηται 17 και εγώ δε κροτήσω χείρά μου προς χείρά μου και επαφήσω τον θυμόν μου εγώ κύριος λελάληκα 18 και εγένετο λόγος κυρίου προς με λέγων 19 και συ υιέ ανθρώπου διάταξον σεαυτώ δύο οδούς του εισελθείν ρομφαίαν βασιλέως Βαβυλώνος εκ χώρας μιάς εξελεύσονται αι δύο αρχαί και χειρ εν αρχή οδού πόλεως επ΄ αρχής οδού διατάξεις 20 του εισελθείν ρομφαίαν επί Ραββάθ υιών Αμμών και επί τον Ιούδαν και επί Ιερουσαλήμ εν πολιορκία 21 διότι στήσεται βασιλεύς Βαβυλώνος επί την αρχαίαν οδόν επ΄ αρχής των δύο οδών του μαντεύσασθαι μαντείαν του αναβράσαι ράβδον και επερωτήσαι εν τοις γλυπτοίς και ήπατι σκοπήσασθαι 22 εκ δεξιών αυτού εγένετο το μαντείον επί Ιερουσαλήμ του βαλείν χάρακα του διανοίξαι στόμα εν βοή υψώσαι φωνήν μετά κραυγής του βαλείν χάρακα επί τας πύλας αυτής και βαλείν χώμα και οικοδομήσαι βελοστάσεις 23 και αυτός αυτοίς ως μαντευόμενος μαντείαν ενώπιον αυτών και αυτός αναμιμνήσκων αδικίαν αυτών του συλληφθήναι 24 διά τούτο τάδε λέγει Αδωναϊ κύριος ανθ΄ ων ανεμνήσατε τας αδικίας υμών εν τω αποκαλυφθήναι τας ασεβείας υμών του οραθήναι τας αμαρτίας υμών εν πάσαις ταις ανομίαις υμών και εν πάσι τοις επιτηδεύμασιν υμών ανθ΄ ων ανεμνήσατε εν τούτοις αλώσεσθε 25 και συ βέβηλε άνομε αφηγούμενε του Ισραήλ ου ήκει η ημέρα εν καιρώ αδικίας πέρας 26 τάδε λέγει Αδωναϊ κύριος αφελού την κίδαριν και απόθου τον στέφανον αύτη ου τοιαύτη έσται εταπείνωσας το υψηλόν και ύψωσας το ταπεινόν 27 αδικίαν αδικίαν θήσομαι αυτήν ουδέ αυτή τοιαύτη έσται έως ου έλθη ω καθήκει και παραδώσω αυτώ

Judgment against the Sons of Ammon

28 και συ υιέ ανθρώπου προφήτευσον και ερείς τάδε λέγει Αδωναϊ κύριος προς τους υιούς Αμμών και προς τον ονειδισμόν αυτών και ερείς ρομφαία ρομφαία εσπασμένη εις σφάγια και εσπασμένη εις συντέλειαν εγείρου όπως στιλβής 29 εν τη οράσει σου τη ματαία και εν τω μαντεύεσθαί σε ψευδή του παραδούναί σε επί τραχήλους τραυματιών ανόμων ων ήκει η ημέρα εν καιρώ αδικίας πέρας 30 απόστρεφε εις τον κουλεόν σου εν τω τόπω τούτω ω γεγέννησαι εν τη γη τη ιδία σου κρινώ σε 31 και εκχεώ επί σοι την οργήν μου εν πυρί οργής μου εμφυσήσω εις σε και παραδώσω σε εις χείρας ανδρών βαρβάρων τεκταινόντων διαφθοράς 32 εν πυρί έση κατάβρωμα το αίμά σου έσται εν μέσω της γης σου ου μη γένηταί σου μνεία διότι εγώ κύριος λελάληκα
Copyright information for ABPGRK