Ezekiel 22

CHAPTER 22

The Sins of Jerusalem

και εγένετο λόγος κυρίου προς με λέγων και συ υιέ ανθρώπου ει κρίνεις την πόλιν των αιμάτων και παράδειξον αυτή πάσας τας ανομίας αυτής και ερείς τάδε λέγει κύριος κύριος ω πόλις εκχέουσα αίμα εν μέσω αυτής του ελθείν καιρόν αυτής και ποιούσα ενθυμήματα καθ΄ εαυτής του μιαίνειν αυτήν εν τοις αίμασίν σου οις εξέχεας παραπέπτωκας και εν τοις ενθυμήμασί σου οις εποίησας εμιαίνου και προσήγγισας τας ημέρας σου και ήγαγες καιρόν ετών σου διά τούτο δέδωκά σε εις ονειδισμόν τοις έθνεσι και εις εμπαιγμόν πάσαις ταις χώραις ταις εγγιζούσαις προς σε και ταις μακράν απεχούσαις από σου και εμπαίξονταί σοι ακάθαρτος η ονομαστή και πολλή εν ταις ανομίαις ιδού οι αφηγούμενοι οίκου Ισραήλ έκαστος προς τους συγγενείς αυτού συνεφύροντο εν σοι όπως εκχέωσιν αίμα πατέρα και μητέρα εκακολόγουν εν σοι και προς τον προσήλυτον ανεστρέφοντο εν αδικίαις εν σοι ορφανόν και χήραν κατεδυνάστευον εν σοι και τα άγιά μου εξουδένουν και τα σάββατά μου εβεβήλουν εν σοι άνδρες λησταί ήσαν εν σοι όπως εκχέωσιν αίμα εν σοι και επί των ορέων ήσθιον εν σοι ανόσια εποίουν εν μέσω σου 10 αισχύνην πατρός απεκάλυψαν εν σοι και εν ακαθαρσίαις αποκαθημένην εταπείνουν εν σοι 11 έκαστος την γυναίκα του πλησίον αυτού ηνόμουν και έκαστος την νύμφην αυτού εμίαινεν εν ασεβεία και έκαστος την αδελφήν αυτού θυγατέρα του πατρός αυτού εταπείνουν εν σοι 12 δώρα ελάμβανον εν σοι όπως εκχέωσιν αίμα τόκον και πλεονασμόν ελάμβανον εν σοι και συνετελέσω συντέλειαν κακίας σου την εν καταδυναστεία εμού δε επελάθου λέγει Αδωναϊ κύριος 13 εάν δε πατάξω χείρά μου προς χείρά μου εφ΄ οις συντετέλεσαι οις εποίησας και επί τοις αίμασί σου τοις γεγενημένοις εν μέσω σου 14 ει υποστήσεται η καρδία σου ει κρατήσουσιν αι χείρές σου εν ταις ημέραις αις εγώ ποιώ εν σοι εγώ κύριος λελάληκα και ποιήσω 15 και διασκορπιώ σε εν τοις έθνεσι και διασπερώ σε εν ταις χώραις και εκλείψει η ακαθαρσία σου εκ σου 16 και κατακληρονομήσω εν σοι κατ΄ οφθαλμούς των εθνών και γνώσεσθε διότι εγώ κύριος

Israel Cast into a Furnace

17 και εγένετο λόγος κυρίου προς με λέγων 18 υιέ ανθρώπου ιδού γεγόνασί μοι ο οίκος Ισραήλ αναμεμιγμένος πάντες χαλκώ και σιδήρω και κασσιτέρω και μολίβδω εν μέσω καμίνου αργυρίου αναμεμιγμένοι εισί 19 διά τούτο ειπέ τάδε λέγει Αδωναϊ κύριος ανθ΄ ων εγένεσθε πάντες εις σύγκρασιν μίαν διά τούτο εγώ εισδέξομαι υμάς εν μέσον Ιερουσαλήμ 20 καθώς εισδέχεται άργυρος και χαλκός και σίδηρος και κασσίτερος και μόλιβδος εν μέσον καμίνου του εκφυσήσαι εις αυτήν πυρ εις το χωνευθήναι ούτως εισδέξομαι υμάς εν τη οργή μου και εν τω θυμώ μου και συνάξω και χωνεύσω υμάς 21 και εκφυσήσω εφ΄ υμάς εν πυρί οργής μου και χωνευθήσεσθε εν μέσω αυτής 22 ον τρόπον χωνεύεται αργύριον εν μέσω καμίνου ούτως χωνευθήσεσθε εν μέσω αυτής και επιγνώσεσθε ότι εγώ κύριος εξέχεα τον θυμόν μου εφ΄ υμάς

Condemnation on the Land

23 και εγένετο λόγος κυρίου προς με λέγων 24 υιέ ανθρώπου ειπέ αυτή συ ει γη η ου βρεχομένη ουδέ υετός εγένετο επί σε εν ημέρα οργής 25 ης οι αφηγούμενοι εν μέσω αυτής ως λέοντες ωρυόμενοι αρπάζοντες αρπάγματα ψυχάς κατεσθίοντες εν δυναστεία και τιμάς λαμβάνοντες και αι χήραί σου επληθύνθησαν εν μέσω σου 26 και οι ιερείς αυτής ηθέτησαν τον νόμον μου και εβεβήλουν τα άγιά μου αναμέσον αγίου και βεβήλου ου διέστελλον και αναμέσον ακαθάρτου και του καθαρού ου διέστελλον και από των σαββάτων μου παρεκάλυπτον τους οφθαλμούς αυτών και εβεβηλούμην εν μέσω αυτών 27 οι άρχοντες αυτής εν μέσω αυτής ως λύκοι αρπάζοντες αρπάγματα του εκχέαι αίμα του απολέσαι ψυχάς όπως πλεονεξία πλεονεκτώσι 28 και οι προφήται αυτής αλείφοντες αυτούς πεσούνται ορώντες μάταια μαντευόμενοι ψευδή λέγοντες τάδε λέγει Αδωναϊ κύριος και κύριος ου λελάληκε 29 τον λαόν της γης εκπιέζουντες αδικίαν και διαρπάζοντες αρπάγματα πτωχόν και πένητα καταδυναστεύοντες και προς τον προσήλυτον ουκ αναστρεφόμενοι μετά κρίματος 30 και εζήτουν εξ αυτών άνδρα αναστρεφόμενον ορθώς και εστώτα προ προσώπου μου ολοσχερώς εν τω καιρώ της οργής του μη εις τέλος εξαλείψαι αυτήν και ουχ εύρον 31 και εξέχεα επ΄ αυτήν τον θυμόν μου εν πυρί οργής μου του συντελέσαι τας οδούς αυτών εις κεφαλάς αυτών δέδωκα λέγει Αδωναϊ κύριος
Copyright information for ABPGRK