Ezekiel 25

CHAPTER 25

The Prophecy against Ammon

και εγένετο λόγος κυρίου προς με λέγων υιέ ανθρώπου στήρισον το πρόσωπόν σου επί τους υιούς Αμμών και προφήτευσον επ΄ αυτούς και ερείς τοις υιοίς Αμμών ακούσατε λόγον Αδωναϊ κυρίου τάδε λέγει Αδωναϊ κύριος ανθ΄ ων επεχάρητε επί τα άγιά μου ότι εβεβηλώθη και επί την γην του Ισραήλ ότι ηφανίσθη και επί τον οίκον του Ιούδα ότι επορεύθησαν εν αιχμαλωσία διά τούτο ιδού εγώ παραδίδωμι υμάς τοις υιοίς Κεδέμ εις κληρονομίαν και κατασκηνώσουσιν εν τη απαρτία αυτών εν σοι και δώσουσιν εν σοι τα σκηνώματα αυτών αυτοί φάγονται τους καρπούς σου και αυτοί πίονται την πιότητά σου και δώσω την πόλιν του Αμμών εις νομάς καμήλων και τους υιούς Αμμών εις νομήν προβάτων και επιγνώσεσθε ότι εγώ κύριος διότι τάδε λέγει κύριος ανθ΄ ων εκρότησας τη χειρί σου και εψόφησας τω ποδί σου και επεχάρης εν ψυχή σου επί την γην του Ισραήλ διά τούτο ιδού εγώ εκτενώ την χείρά μου επί σε και δώσω σε εις διαρπαγήν εν τοις έθνεσι και εξολοθρεύσω σε εκ των λαών και απολώ σε εκ των χωρών απωλεία και επιγνώση ότι εγώ κύριος

Judgment against Moab

τάδε λέγει Αδωναϊ κύριος ανθ΄ ων είπε Μωάβ και Σηείρ ιδού ον τρόπον πάντα τα έθνη ο οίκος Ιούδα διά τούτο ιδού εγώ παραλύσω τον ώμον Μωάβ από πόλεων ακρωτηρίων αυτού εκλεκτήν γην οίκον Βεθιεσιμούθ επάνω πηγής πόλεως παραθαλασσίας 10 τους υιούς Κέδεμ επί τους υιούς Αμμών δέδωκα αυτούς εις κληρονομίαν όπως μη γένηται μνεία των υιών Αμμών εν τοις έθνεσι 11 και εν Μωάβ ποιήσω εκδίκησιν και επιγνώσονται ότι εγώ κύριος

Judgment against Edom

12 τάδε λέγει Αδωναϊ κύριος ανθ΄ ων εποίησεν η Ιδουμαία εν τω εκδικήσαι αυτούς εκδίκησιν εις τον οίκον Ιούδα και εμνησικάκησαν και εξεδίκησαν δίκην απ΄ αυτών 13 διά τούτο τάδε λέγει Αδωναϊ κύριος και εκτενώ την χείρά μου επί την Ιδουμαίαν και εξολοθρεύσω εξ αυτής άνθρωπον και κτήνος και θήσομαι αυτήν έρημον και εκ Θαιμάν και εκ Λεδάν διωκόμενοι εν ρομφαία πεσούνται 14 και δώσω την εκδίκησίν μου επί την Ιδουμαίαν εν χειρί λαού μου Ισραήλ και ποιήσουσιν εν τη Ιδουμαία κατά την οργήν μου και κατά τον θυμόν μου και επιγνώσονται την εκδίκησίν μου λέγει Αδωναϊ κύριος

Judgment against the Philistines

15 διά τούτο τάδε λέγει Αδωναϊ κύριος ανθ΄ ων εποίησαν οι αλλόφυλοι εν εκδικήσει και εξανέστησαν εκδίκησιν επιχαίροντες εκ ψυχής του εξαλείψαι έως αιώνος 16 διά τούτο τάδε λέγει Αδωναϊ κύριος ιδού εγώ εκτείνω την χείρά μου επί τους αλλοφύλους και εξολοθρεύσω Κρήτας και απολώ τους καταλοίπους τους κατοικούντας την παραλίαν 17 και ποιήσω εν αυτοίς εκδικήσεις μεγάλας εν ελεγμοίς θυμού και επιγνώσονται ότι εγώ Αδωναϊ κύριος εν τω δούναι την εκδίκησίν μου επ΄ αυτούς
Copyright information for ABPGRK