Ezekiel 28

CHAPTER 28

To the Ruler of Tyre

1και εγένετο λόγος κυρίου προς με λέγων 2και συ υιέ ανθρώπου ειπέ τω άρχοντι Τύρου τάδε λέγει Αδωναϊ κύριος ανθ΄ ων υψώθη η καρδία σου και είπας ο θεός ειμί εγώ κατοικίαν θεού κατώκησα εν καρδία θαλάσσης συ δε ει άνθρωπος και ου θεός και έδωκας την καρδίαν σου ως καρδίαν θεού 3μη σοφώτερος ει συ του Δανιήλ η σοφοί ουκ επαίδευσάν σε τη επιστήμη αυτών 4μη εν τη επιστήμη σου η εν τη φρονήσει σου εποίησας σεαυτώ δύναμιν και περιεποιήσω χρυσίον και αργύριον εν τοις θησαυροίς σου 5η εν τη πολλή επιστήμη σου και τη εμπορία σου επλήθυνας δύναμίν σου και υψώθη η καρδία σου εν τη δυνάμει σου 6διά τούτο τάδε λέγει Αδωναϊ κύριος επειδή έδωκας την καρδίαν σου ως καρδίαν θεού 7αντί τούτου ιδού εγώ επάγω επί σε αλλοτρίους λοιμούς από εθνών και εκκενώσουσι τας μαχαίρας αυτών επί σε επί το κάλλος της επιστήμης σου και στρώσουσι το κάλλος σου εις απώλειαν 8και καταβιβάσουσί σε και αποθάνη θανάτω τραυματιών εν καρδία θαλάσσης 9μη λέγων ερείς θεός ειμι εγώ ενώπιον των αναιρούντων σε συ δε ει άνθρωπος και ου θεός εν χειρί τιτρωσκόντων σε 10θανατοις απεριτμήτων αποθάνη εν χερσίν αλλοτρίων ότι εγώ ελάλησα λέγει Αδωναϊ κύριος

A Lamentaion Over the Ruler of Tyre

11και εγένετο λόγος κυρίου προς με λέγων 12υιέ ανθρώπου λάβε θρήνον επί τον άρχοντα Τύρου και ειπέ αυτώ τάδε λέγει Αδωναϊ κύριος συ αποσφράγισμα ομοιώσεως πλήρης σοφίας και στέφανος κάλλους 13εν τη τρυφή του παραδείσου του θεού εγενήθης πάντα λίθον χρηστόν ενδέδεσαι σάρδιον και τοπάζιον και σμάραγδον και άνθρακα και σάπφειρον και ίασπιν και αργύριον και χρυσίον και λιγύριον και αχάτην και αμέθυστον και χρυσόλιθον και βηρύλλιον και ονύχιον και χρυσίου ενέπλησας τους θησαυρούς σου και τας αποθήκας σου εν σοι 14αφ ης ημέρας εκτίσθης και κατεσκευάσθης μετά του χερούβ κεχρισμένος παρά θεού και του κατασκηνούντος εν σκηνώματι και έθηκά σε εν όρει αγίω θεού εγενήθης εν μέσω λίθων πυρίνων 15εγενήθης συ άμωμος εν ταις ημέραις σου αφ΄ ης ημέρας εκτίσθης έως ου ευρέθη τα αδικήματα εν σοι 16από πλήθους της εμπορίας σου έπλησας τα ταμεία σου ανομίας και ήμαρτες και ετραυματίσθης από όρους του θεού και ήγαγέ σε το χερούβ το συσκιάζον εκ μέσων λίθων πυρίνων 17υψώθη η καρδία σου επί τω κάλλει σου διεφθάρη η επιστήμη σου μετά του κάλλους σου διά το πλήθος των αμαρτιών σου επί την γην έρριψά σε εναντίον βασιλέων έδωκά σε παραδειγματισθήναι 18διά το πλήθος των αμαρτιών σου και των αδικιών της εμπορίας σου εβεβήλωσας τα ιερά σου και εξάξω πυρ εκ μέσου σου τούτο καταφάγεταί σε και δώσω σε εις σποδόν επί της γης εναντίον πάντων των ορώντων σε 19και πάντες οι επιστάμενοί σε εν τοις έθνεσι στυγνάσουσιν επί σε απώλεια εγένου και ουχ υπάρξεις έτι εις τον αιώνα

Judgment against Sidon

20και εγένετο λόγος κυρίου προς με λέγων 21υιέ ανθρώπου στήρισον το πρόσωπόν σου επί Σιδώνα και προφήτευσον επ΄ αυτήν 22και ειπέ τάδε λέγει Αδωναϊ κύριος ιδού εγώ επί σε Σιδών και ενδοξασθήσομαι εν σοι και γνώση ότι εγώ ειμι κύριος εν τω ποιήσαί με εν σοι κρίματα και αγιασθήσομαι εν σοι 23και εξαποστελώ επί σε θάνατον και αίμα εν ταις πλατείαις σου και πεσούνται τετραυματισμένοι εν μαχαίραις εν σοι περικύκλω σου και γνώσονται ότι εγώ ειμι κύριος 24και ουκ έσονται ουκέτι εν τω οίκω Ισραήλ σκόλοψ πικρίας και άκανθα οδύνης από πασών των περικύκλω αυτών των ατιμασάντων αυτούς και γνώσονται ότι εγώ ειμι Αδωναϊ κύριος 25τάδε λέγει Αδωναϊ κύριος και συνάξω τον οίκον Ισραήλ εκ των εθνών ου διεσκορπίσθησαν εκεί και αγιασθήσομαι εν αυτοίς ενώπιον των λαών και των εθνών και κατοικήσουσι επί της γης αυτών ην έδωκα τω δούλω μου Ιακώβ 26και κατοικήσουσιν επ΄ αυτήν εν ελπίδι και οικοδομήσουσιν οικίας και φυτεύσουσιν αμπελώνας και κατοικήσουσιν εν ελπίδι όταν ποιήσω κρίμα εν πάσι τοις ατιμάσασιν αυτούς εν τοις κύκλω αυτών και γνώσονται ότι εγώ ειμι κύριος ο θεός αυτών και ο θεός των πατέρων αυτών
Copyright information for ABPGRK