Ezekiel 29

CHAPTER 29

A Prophecy against Egypt

1εν τω έτει τω δεκάτω εν τω δεκάτω μηνί μία του μηνός εγένετο λόγος κυρίου προς με λέγων 2υιέ ανθρώπου στήρισον το πρόσωπόν σου επί Φαραώ βασιλέα Αιγύπτου και προφήτευσον επ΄ αυτόν και επ΄ Αίγυπτον όλην 3λάλησον και ειπέ τάδε λέγει Αδωναϊ κύριος ιδού εγώ επί σε Φαραώ βασιλεύ Αιγύπτου τον δράκοντα τον μέγαν τον εγκαθήμενον εν μέσω των ποταμών αυτού τον λέγοντα εμοί εισιν οι ποταμοί και εγώ εποίησα αυτούς 4και εγώ δώσω παγίδας εις τας σιαγόνας σου και προσκολλήσω τους ιχθύας του ποταμού σου προς τας πτέρυγάς σου και ανάξω σε εκ μέσου του ποταμού σου και πάντας τους ιχθύας του ποταμού ταις λεπίσιν σου προσκολλήσω 5και καταβαλώ σε εν τάχει και πάντας τους ιχθύας του ποταμού σου επί προσώπου του πεδίου πέση και ου μη συναχθής και ου μη περισταλής τοις θηρίοις της γης και τοις πετεινοίς του ουρανού δέδωκά σε εις κατάβρωμα 6και γνώσονται πάντες οι κατοικούντες Αίγυπτον ότι εγώ ειμι κύριος ανθ΄ ων εγενήθης ράβδος καλαμίνη τω οίκω Ισραήλ 7ότε επελάβοντό σου τη χειρί αυτών και εθλάσθης και ότε επεκράτησεν επ΄ αυτούς πάσα χειρ και ότε επανεπαύσαντο επί σε συνετρίβης και συνέκλασας αυτών πάσαν οσφύν 8διά τούτο τάδε λέγει Αδωναϊ κύριος ιδού εγώ επάγω επί σε ρομφαίαν και απολώ ανθρώπους από σου και κτήνη 9και έσται η γη Αιγύπτου απώλεια και έρημος και γνώσονται ότι εγώ ειμι κύριος αντί του λέγειν σε οι ποταμοί εμοί εισι και εγώ εποίησα αυτούς 10διά τούτο ιδού εγώ επί σε και επί πάντας τους ποταμούς σου και δώσω την γην Αιγύπτου εις έρημον ρομφαίαν και απώλειαν από Μαγδολού και Συήνης και έως ορίων Αιθιόπων 11ου μη διέλθη εν αυτή πους ανθρώπου και πους κτήνους ου μη διέλθη αυτήν και ου κατοικηθήσεται τεσσαράκοντα έτη 12και δώσω την γην αυτής εις απώλειαν εν μέσω γης ηρημωμένης και αι πόλεις αυτής εν μέσω πόλεων ηρημωμένων έσονται αφανισμός τεσσαράκοντα έτη και διασπερώ Αίγυπτον εν τοις έθνεσι και λικμήσω αυτούς εν ταις χώραις 13τάδε λέγει Αδωναϊ κύριος μετά τεσσαράκοντα έτη συνάξω Αιγυπτίους από των εθνών ου διεσκορπίσθησαν εκεί 14και αποστρέψω την αιχμαλωσίαν των Αιγυπτίων και κατοικιώ αυτούς εν γη Φαθωρής εν τη γη όθεν ελήφθησαν και έσται αρχή ταπεινή εκεί 15παρά πάσας τας αρχάς και έσται ταπεινωτάτη του μη υψωθήναι έτι επί τα έθνη και ολιγοστούς αυτούς ποιήσω του μη είναι αυτούς πλείονας εν τοις έθνεσι 16και ουκέτι έσονται ετι τω οίκω Ισραήλ εις ελπίδα αναμιμνήσκουσαν ανομίαν εν τω ακολουθήσαι αυτούς οπίσω αυτών και γνώσονται ότι εγώ ειμι Αδωναϊ κύριος

Nebuchadnezzar's Conquest

17και εγένετο εν τω εβδόμω και εικοστώ έτει μιά του μηνός του πρώτου εγένετο λόγος κυρίου προς με λέγων 18υιέ ανθρώπου Ναβουχοδονόσορ βασιλεύς Βαβυλώνος κατεδουλώσατο την δύναμιν αυτού δουλεία μεγάλη επί Τύρου πάσα κεφαλή φαλακρά και πας ώμος μαδών και μισθός ουκ εγένετο αυτώ και τη δυνάμει αυτού επί Τύρον διά της δουλείας ης εδούλευσαν επ΄ αυτήν 19διά τούτο τάδε λέγει Αδωναϊ κύριος ιδού δίδωμι τω Ναβουχοδονόσορ βασιλεί Βαβυλώνος την γην Αιγύπτου και σκυλεύσει τα σκύλα αυτής και προνομεύσει την προνομήν αυτής και έσται μισθός τη δυνάμει αυτού 20αντί της λειτουργίας αυτού ης εδούλευσεν επί Τύρον δέδωκα αυτώ γην Αιγύπτου ανθ΄ ων όσα ειργάσατο εμοί λέγει Αδωναϊ κύριος 21εν τη ημέρα εκείνη ανατελεί κέρας παντί τω οίκω Ισραήλ και δώσω σοι στόμα ανεωγμένον εν μέσω αυτών και γνώσονται ότι εγώ ειμι κύριος
Copyright information for ABPGRK