Ezekiel 30

CHAPTER 30

Judgment against Egypt and Her Allies

και εγένετο λόγος κυρίου προς με λέγων υιέ ανθρώπου προφήτευσον και ειπέ τάδε λέγει Αδωναϊ κύριος ω ω ημέρα ότι εγγύς η ημέρα του κυρίου και εγγίζει ημέρα του κυρίου ημέρα νεφέλης και καιρός εθνών έσται και ήξει μάχαιρα επ΄ Αιγυπτίους και έσται ταραχή εν γη Αιθιοπία και πεσούνται τετραυματισμένοι εν Αιγύπτω και λήψονται το πλήθος αυτής και συμπεσείται τα θεμέλια αυτής Πέρσαι και Κρήτες και Λυδοί και Λίβυες και Αιθίοπες και πάντες οι επίμικτοι και εκ των υιών της διαθήκης μου μαχαίρα πεσούνται μετ΄ αυτών τάδε λέγει Αδωναϊ κύριος και πεσούνται τα υποστηρίγματα Αιγύπτου και καταβήσεται η ύβρις της ισχύος αυτής από Μαγδολού έως Συήνης μαχαίρα πεσούνται εν αυτή λέγει Αδωναϊ κύριος και ερημωθήσεται εν μέσω χωρών ηφανισμένων και αι πόλεις αυτής εν μέσω πόλεων ηρημωμένων έσονται και γνώσονται ότι εγώ ειμι κύριος όταν δω πυρ επ΄ Αίγυπτον και συντριβώσι πάντες οι βοηθούντες αυτή εν τη ημέρα εκείνη εξελεύσονται άγγελοι σπεύδοντες αφανίσαί την Αιθιοπίας ελπίδα και έσται ταραχή εν αυτοίς εν τη ημέρα Αιγύπτου ότι ιδού ήκει 10 τάδε λέγει Αδωναϊ κύριος και απολώ το πλήθος Αιγυπτίων διά χειρός Ναβουχοδονόσορ βασιλέως Βαβυλώνος 11 αυτού και του λαού αυτού μετ΄ αυτού λοιμοί από εθνών απεσταλμένοι απολέσαι την γην και εκκενώσουσι πάντες τας μαχαίρας αυτών επ΄ Αίγυπτον και πλησθήσεται η γη τραυματιών 12 και δώσω τους ποταμούς αυτών ερήμους και αποδώσομαι την γην εν χειρί πονηρών και αφανιώ την γην και το πλήρωμα αυτής εν χερσίν αλλοτρίων εγώ κύριος λελάληκα 13 ότι τάδε λέγει κύριος ο θεός και απολώ βδελύγματα και καταπαύσω μεγιστάνας από Μέμφεως και άρχοντας εκ γης Αιγύπτου και ουκ έσονται έτι και δώσω φόβον εν γη Αιγύπτου 14 και απολώ γην Φαθωρής και δώσω πυρ επί Τανήν και ποιήσω εκδίκησιν εν Διοσπόλει 15 και εκχεώ τον θυμόν μου επί Σαείν την ισχύν Αιγύπτου και απολώ το πλήθος Μέμφεως 16 και δώσω πυρ επ΄ Αίγυπτον και ταραχή ταραχθήσεται η Σαϊς και εν Διοσπόλει έσται έκρηγμα και διαχυθήσεται ύδατα 17 νεανίσκοι Ηλιουπόλεως και Βουβαστού εν μαχαίρα πεσούνται και αι γυναίκες εν αιχμαλωσία πορεύσονται 18 και εν Τάφναις συσκοτάσει η ημέρα εν τω συντρίψαι με εκεί τα σκήπτρα Αιγύπτου και απολείται εκεί η ύβρις της ισχύος αυτής και αυτήν νεφέλη καλύψει και αι θυγατέρες αυτής αιχμάλωτοι αχθήσονται 19 και ποιήσω κρίμα εν Αιγύπτω και γνώσονται ότι εγώ ειμι κύριος

A Proclamation against Pharaoh

20 και εγένετο εν τω ενδεκάτω έτει εν τω πρώτω μηνί εβδόμη του μηνός εγένετο λόγος κυρίου προς με λέγων 21 υιέ ανθρώπου τους βραχίονας Φαραώ βασιλέως Αιγύπτου συνέτριψα και ιδού ου κατεδέθη του δοθήναι αυτώ ιασιν του δοθηναι επ΄ αυτόν μάλαγμα του δοθήναι ισχύν επιλαβέσθαι μαχαίρας 22 διά τούτο τάδε λέγει Αδωναϊ κύριος ιδού εγώ επί Φαραώ βασιλέα Αιγύπτου και συντρίψω τους βραχίονας αυτού τους ισχυρούς και τους συντριβομένους και καταβαλώ την μάχαιραν αυτού εκ της χειρός αυτού 23 και διασπερώ Αίγυπτον εις τα έθνη και λικμήσω αυτούς εις τας χώρας 24 και κατισχύσω τους βραχίονας βασιλέως Βαβυλώνος και δώσω την ρομφαίαν μου εις την χείρα αυτού και επάξει αυτήν επ΄ Αίγυπτον και προνομεύσει την προνομήν αυτής και σκυλεύσει τα σκύλα αυτής 25 και ενισχύσω τους βραχίονας βασιλέως Βαβυλώνος οι δε βραχίονες Φαραώ πεσούνται και γνώσονται ότι εγώ ειμι κύριος εν τω δούναι την ρομφαίαν μου εις χείρας βασιλέως Βαβυλώνος και εκτενεί αυτήν επί γην Αιγύπτου 26 και διασπερώ Αίγυπτον εις τα έθνη και λικμήσω αυτούς εις τας χώρας και γνώσονται ότι εγώ ειμι κύριος
Copyright information for ABPGRK