Ezekiel 35

CHAPTER 35

The Prophecy against Mount Seir

και εγένετο λόγος κυρίου προς με λέγων υιέ ανθρώπου επίστρεψον το πρόσωπόν σου επ΄ όρος Σηείρ και προφήτευσον επ αυτώ και ειπέ αυτώ τάδε λέγει κύριος κύριος ιδού εγώ επί σε όρος Σηείρ και εκτενώ την χείρά μου επί σε και δώσω σε εις έρημον και ερημωθήση και ταις πόλεσί σου ερημίαν ποιήσω και συ έρημος έση και γνώση ότι εγώ ειμι κύριος αντί του γενέσθαι σε έχθραν αιώνιαν και ενεκάθισας τω οίκω Ισραήλ εν δόλω εν χειρί εχθρών μαχαίρα εν καιρώ αδικίας επ΄ εσχάτων διά τούτο ζω εγώ λέγει κύριος κύριος ει μεν εις αίμα ήμαρτες και αίμα διωξεταί σε και αίμα εμίσησας και αίμα διώξεταί σε και δώσω το όρος Σηείρ εις έρημον και ηρημωμένον και απολώ απ΄ αυτού ανθρώπους και κτήνη και εμπλήσω των τραυματιών βουνούς σου και τας φάραγγάς σου και εν πάσι τοις πεδίοις σου τετραυματισμένοι μαχαίρα πεσούνται εν σοι ερημίαν αιώνιον θήσομαί σε και αι πόλεις σου ου μη κατοικηθήσονται έτι και γνώση ότι εγώ ειμι κύριος 10 διά το ειπείν σε τα δύο έθνη και αι δύο χώραι εμαί έσονται και κληρονομήσω αυτάς και κύριός εστιν εκεί 11 διά τούτο ζω εγώ λέγει κύριος και ποιήσω σοι κατά την έχθραν σου και κατά τον ζήλόν σου ον εποίησας εν τω μισήσαί σε αυτούς και γνωσθήσομαί σοι ηνίκα αν κρινώ σε 12 και γνώση ότι εγώ ειμι κύριος ήκουσα της φωνής των βλασφημιών σου ότι είπας τα όρη Ισραήλ έρημα ημίν δέδοται εις κατάβρωμα 13 και εμεγαλορρημόνησας επ΄ εμέ τω στόματί σου και εφωνήσατε κατ΄ εμού τα ρήματα υμών εγώ ήκουσα 14 τάδε λέγει κύριος εν τη ευφροσύνη πάσης της γης έρημον ποιήσω σε 15 καθώς επευφράνθης τη κληρονομία οίκου Ισραήλ ότι ηφανίσθη ούτως ποιήσω σε εις ερημον έση όρος Σηείρ και πάσα η Ιδουμαία εξαναλωθήσεται και γνώση ότι εγώ ειμι κύριος ο θεός
Copyright information for ABPGRK