Ezekiel 36

CHAPTER 36

The Prophecy against the Mountains of Israel

και συ υιέ ανθρώπου προφήτευσον επί τα όρη Ισραήλ και ειπέ τοις όρεσιν Ισραήλ ακούσατε λόγον κυρίου τάδε λέγει κύριος κύριος ανθ΄ ου είπεν υμάς ο εχθρός εύγε έρημα αιώνια εις κατάσχεσιν ημίν εγενήθη διά τούτο προφήτευσον και ειπέ τάδε λέγει κύριος κύριος αντί του ατιμασθήναι υμάς και μισηθήναι υμάς υπό των κύκλω υμών του είναι υμάς εις κατάσχεσιν τοις λοιποίς έθνεσι και ανέβητε λάλημα γλώσση και ονειδισμός έθνεσι διά τούτο όρη Ισραήλ ακούσατε λόγον κυρίου τάδε λέγει κύριος τοις όρεσι και τοις βουνοίς και τοις χειμάρροις και ταις φάραγξι και τοις εξηρημωμένοις και ηφανισμένοις και ταις πόλεσι ταις εγκαταλελειμμέναις και εγένοντο εις προνομήν και εις καταπάτημα τοις καταλειφθείσιν έθνεσι περικύκλω διά τούτο τάδε λέγει κύριος κύριος ημήν εν πυρί θυμού μου ελάλησα επί τα λοιπά έθνη και επί την Ιδουμαίαν πάσαν ότι έδωκαν την γην μου εαυτοίς εις κατάσχεσιν μετ΄ ευφροσύνης ατιμάσαντες ψυχάς του αφανίσαι εν προνομή διά τούτο προφήτευσον επί την γην του Ισραήλ και ειπέ τοις όρεσι και τοις βουνοίς και ταις φάραγξι και ταις νάπαις τάδε λέγει κύριος ιδού εγώ εν τω ζήλω μου και εν τω θυμώ μου ελάλησα αντί του ονειδισμού σου ον έθνη ήνεγκαν υμίν διά τούτο τάδε λέγει κύριος κύριος εγώ αρώ την χείρά μου επί τα έθνη τα περικύκλω υμών ούτοι την ατιμίαν αυτών λήψονται υμών δε όρη Ισραήλ την σταφυλήν και τον καρπόν υμών καταφάγεται λαός μου ότι ελπίζουσι του ελθείν ότι ιδού εγώ εφ΄ υμάς και επιβλέψω εφ΄ υμάς και κατεργασθήσεσθε και σπαρήσεσθε 10 και πληθυνώ εφ΄ υμάς ανθρώπους παν οίκον Ισραήλ εις τέλος και κατοικηθήσονται αι πόλεις και η ηρημωμένη οικοδομηθήσεται 11 και πληθυνώ εφ΄ υμάς ανθρώπους και κτήνη και πληθυνθήσονται και αυξηθήσονται και κατοικιώ υμάς ως το εν αρχή υμών και ευ ποιήσω υμάς ώσπερ τα έμπροσθεν υμών και γνώσεσθε ότι εγώ ειμι κύριος 12 και γεννήσω εφ΄ υμάς ανθρώπους αντί του λαού μου Ισραήλ και κληρονομήσουσιν υμάς και έσεσθε αυτοίς εις κατάσχεσιν και ου μη προστεθήτε έτι ατεκνωθήναι απ΄ αυτών 13 τάδε λέγει κύριος κύριος ανθ΄ ων είπάν σοι κατεσθίουσα ανθρώπους και ητεκνωμένη υπό του έθνους σου εγένου 14 διά τούτο ανθρώπους ουκέτι φάγεσαι και το έθνος σου ουκ ατεκνώσεις έτι λέγει κύριος κύριος 15 και ουκ ακουσθήσεται ουκέτι εφ΄ υμάς ατιμία εθνών και ονειδισμόν λαών ου μη ανενέγκητε έτι και το έθνος σου ουκ ατεκνωθήσεται έτι λέγει κύριος κύριος

The House of Israel Punished for Idolatry

16 και εγένετο λόγος κυρίου προς με λέγων 17 υιέ ανθρώπου οίκος Ισραήλ κατώκησεν επί της γης αυτών και εμίαναν αυτήν εν τη οδώ αυτών και εν ταις ακαθαρσίαις αυτών και κατά την ακαθαρσίαν της αποκαθημένης εγενήθε η οδος αυτών προ προσώπου μου 18 και εξέχεα τον θυμόν μου επ΄ αυτούς αντί του αίματος ου εξέχεον επί την γην και εν τοις βδελύγμασιν αυτών εμόλυναν αυτήν 19 και διέσπειρα αυτούς εις τα έθνη και ελίκμησα αυτούς εις τας χώρας κατά την οδόν αυτών και κατά την αμαρτίαν αυτών έκρινα αυτούς 20 και εισήλθον εις τα έθνη ου εισήλθον εκεί και εβεβήλωσαν το όνομά μου το άγιον εν τω λέγεσθαι αυτούς λαός κυρίου ούτοι και εκ της γης αυτού εξεληλύθασι 21 και εφεισάμην αυτών διά το όνομά μου το άγιον ο εβεβήλωσαν οίκος Ισραήλ εν τοις έθνεσιν ου εισήλθοσαν εκεί 22 διά τούτο είπον τω οίκω Ισραήλ τάδε λέγει κύριος κύριος ουχ υμίν εγώ ποιώ οίκος Ισραήλ αλλά διά το όνομά μου το άγιον ο εβεβηλώσατε εν τοις έθνεσιν ου εισήλθετε εκεί 23 και αγιάσω το όνομά μου το μέγα το βεβηλωθέν εν τοις έθνεσιν ο εβεβηλώσατε εν μέσω αυτών και γνώσονται τα έθνη ότι εγώ ειμι κύριος λέγει κύριος κύριος εν τω αγιασθήναί με εν υμίν κατ΄ οφθαλμούς αυτών 24 και λήψομαι υμάς εκ των εθνών και αθροίσω υμάς εκ πασών των γαιών και εισάξω υμάς εις την γην υμών 25 και ρανώ εφ΄ υμάς καθαρόν ύδωρ και καθαρισθήσεσθε από πασών των ακαθαρσιών υμών και από πάντων των ειδώλων υμών καθαριώ υμάς

The Promise of a New Heart and Spirit

26 και δώσω υμίν καρδίαν καινήν και πνεύμα καινόν δώσω εν υμίν και αφελώ την καρδίαν την λιθίνην εκ της σαρκός υμών και δώσω υμίν καρδίαν σαρκίνην 27 και το πνεύμά μου δώσω εν υμίν και ποιήσω ίνα εν τοις δικαιώμασί μου πορεύησθε και τα κρίματά μου φυλάξησθε και ποιήσητε αυτά 28 και κατοικήσετε επί της γης ης έδωκα τοις πατράσιν υμών και έσεσθέ μοι εις λαόν και εγώ έσομαι υμίν εις θεόν 29 και σώσω υμάς εκ πασών των ακαθαρσιών υμών και καλέσω τον σίτον και πληθυνώ αυτόν και ου δώσω εφ΄ υμάς λιμόν 30 και πληθυνώ τον καρπόν του ξύλου και τα γεννήματα του αγρού όπως αν μη λάβητε έτι ονειδισμόν λιμού εν τοις έθνεσι 31 και μνησθήσεσθε τας οδούς υμών τας πονηράς και τα επιτηδεύματα υμών τα μη αγαθά και προσοχθιείτε κατά πρόσωπον αυτών εν ταις ανομίαις υμών και επί τοις βδελύγμασιν υμών 32 ου δι΄ υμάς εγώ ποιώ λέγει κύριος κύριος γνωστόν εστιν υμίν αισχύνθητε και εντράπητε εκ των οδών υμών οίκος Ισραήλ 33 τάδε λέγει κύριος κύριος εν ημέρα η καθαριώ υμάς εκ πασών ανομιών υμών και κατοικιώ τας πόλεις και οικοδομηθήσονται έρημοι 34 και η γη ηφανισμένη εργασθήσεται ανθ΄ ων ότι ηφανισμένη κατ΄ οφθαλμούς παντός παροδεύοντος 35 και ερούσιν η γη εκείνη η ηφανισμένη εγενήθη ως κήπος τρυφής και αι πόλεις αι έρημοι και ηφανισμέναι και κατεσκαμμέναι οχυραί εκάθισαν 36 και γνώσονται τα έθνη όσα αν καταλειφθώσι κύκλω υμών ότι εγώ κύριος ωκοδόμησα τας καθηρημένας και κατεφύτευσα τας ηφανισμένας ότι εγώ κύριος ελάλησα και ποιήσω 37 τάδε λέγει κύριος κύριος έτι τούτο ζητηθήσομαι τω οίκω Ισραήλ του ποιήσαι αυτούς πληθυνώ αυτούς ως πρόβατα ανθρώπους 38 ως πρόβατα άγια ως πρόβατα Ιερουσαλήμ εν ταις εορταίς αυτής ούτως έσονται αι πόλεις έρημοι πλήρεις προβάτων ανθρώπων και γνώσονται ότι εγώ κύριος
Copyright information for ABPGRK