Ezekiel 37

CHAPTER 37

The Plain of Dry Bones

1και εγένετο επ΄ εμέ χειρ κυρίου και εξήγαγέ με εν πνεύματι κυρίου και έθηκέ με εν μέσω του πεδίου και τούτο ην μεστόν οστών ανθρωπίνων 2και περιήγαγέ με επ΄ αυτά κυκλόθεν κύκλω και ιδού πολλά σφόδρα επί προσώπου του πεδίου ξηρά σφόδρα 3και είπε προς με υιέ ανθρώπου ει ζήσεται τα οστά ταύτα και είπα κύριε κύριε συ επίστασαι ταύτα 4και είπε προς με προφήτευσον επί τα οστά ταύτα και ερείς αυτοίς τα οστά τα ξηρά ακούσατε λόγον κυρίου

The Dry Bones Live

5τάδε λέγει κύριος κύριος τοις οστέοις τούτοις ιδού εγώ οίσω εις υμάς πνεύμα ζωής 6και δώσω εφ΄ υμάς νεύρα και ανάξω εφ΄ υμάς σάρκα και εκτενώ εφ΄ υμάς δέρμα και δώσω πνεύμά μου εις υμάς και ζήσεσθε και γνώσεσθε ότι εγώ ειμι κύριος 7και προεφήτευσα καθώς ενετείλατό μοι και εγένετο φωνή εν τω εμέ προφητεύσαι και ιδού σεισμός και προσήγαγε τα οστά προς οστούν προς την αρμονίαν αυτού 8και είδον και ιδού επ΄ αυτά νεύρα και σάρκες εφύοντο και ανέβαινεν επ΄ αυτά δέρματα επάνω και πνεύμα ουκ ην επ΄ αυτοίς 9και είπε προς με προφήτευσον επί το πνεύμα προφήτευσον υιέ ανθρώπου και ειπέ τω πνεύματι τάδε λέγει κύριος κύριος εκ των τεσσάρων πνευμάτων ελθέ πνεύμα και εμφύσησον εις τους νεκρούς τούτους και ζησάτωσαν 10και προεφήτευσα καθότι ενετείλατό μοι και εισήλθεν εις αυτούς το πνεύμα και έζησαν και έστησαν επί των ποδών αυτών συναγωγή πολλή σφόδρα σφόδρα 11και ελάλησε κύριος προς με λέγων υιέ ανθρώπου τα οστά ταύτα πας οίκος Ισραήλ εστι και αυτοί λέγουσι ξηρά γέγονε τα οστά ημών απόλωλεν η ελπίς ημών διαπεφωνήκαμεν 12διά τούτο προφήτευσον και ειπέ τάδε λέγει κύριος κύριος ιδού εγώ ανοίξω τα μνήματα υμών και ανάξω υμάς εκ των μνημάτων υμών και εισάξω υμάς εις την γην του Ισραήλ 13και γνώσεσθε ότι εγώ ειμι κύριος εν τω ανοίξαί με τους τάφους υμών του αναγαγείν με υμάς εκ των τάφων υμών τον λαός μου 14και δώσω πνεύμά μου εις υμάς και ζήσεσθε και θήσομαι υμάς επί την γην υμών και γνώσεσθε ότι εγώ κύριος λελάληκα και ποιήσω λέγει κυριός

The Rejoining of Israel and Judah

15και εγένετο λόγος κυρίου προς με λέγων 16και συ υιέ ανθρώπου λάβε σεαυτώ ράβδον μίαν και γράψον επ΄ αυτήν τον Ιούδαν και τους υιούς Ισραήλ τους προτεθέντας προς αυτόν και ράβδον δευτέραν λήψη σεαυτώ και γράψεις αυτήν τω Ιωσήφ ράβδον Εφραϊμ και πάντας τους υιούς Ισραήλ τους προτεθέντας προς αυτόν 17και συνάψεις αυτάς προς αλλήλας σεαυτώ εις ράβδον μίαν του δήσαι αυτάς και έσονται εν τη χειρί σου 18και έσται όταν λέγωσι προς σε οι υιοί του λαού σου λέγοντες ουκ αναγγελλείς ημίν τι εστι ταύτά σοι 19και ερείς προς αυτούς τάδε λέγει κύριος ο θεός ιδού εγώ λήψομαι την φυλήν Ιωσήφ την διά χειρός Εφραϊμ και τας φυλάς Ισραήλ τας προσκειμένας προς αυτόν και δώσω αυτούς επί την φυλήν Ιούδα και έσονται εις ράβδον μίαν και έσονται μία εν τη χειρί Ιούδα 20και έσονται αι ράβδοι εφ΄ αις συ έγραψας επ΄ αυταίς εν τη χειρί σου ενώπιον αυτών 21και ερείς αυτοίς τάδε λέγει κύριος κύριος ιδού εγώ λαμβάνω πάντα οίκον Ισραήλ εκ μέσου των εθνών ων εισήλθοσαν εκεί και συνάξω αυτούς από πάντων των περικύκλω αυτών και εισάξω αυτούς εις την γην του Ισραήλ 22και δώσω αυτούς εις έθνος εν τη γη μου εν τοις όρεσιν Ισραήλ και άρχων εις έσται πάντων τούτων εις βασιλέα και ουκ έσονται ουκέτι εις δύο έθνη ουδέ μη διαιρεθώσιν ουκέτι εις δύο βασιλείας 23ίνα μη μιαίνωνται έτι εν τοις ειδώλοις αυτών και εν τοις προσκόμμασιν αυτών και εν πάσαις ασεβείαις αυτών και ρύσομαι αυτούς από πασών των ανομιών αυτών ων ημάρτοσαν εν αυταίς και καθαριώ αυτούς και έσονταί μοι εις λαόν και εγώ έσομαι αυτοίς εις θεόν 24και ο δούλός μου Δαυίδ άρχων εν μέσω αυτών και έσται ποιμήν εις πάντων ότι εν τοις προστάγμασί μου πορεύσονται και τα κρίματά μου φυλάξονται και ποιήσουσιν αυτά 25και κατοικήσουσιν επί της γης αυτών ης έδωκα τω δούλω μου Ιακώβ ου κατώκησαν εκεί οι πατέρες αυτών και κατοικήσουσιν επ΄ αυτής αυτοί και οι υιοί αυτών και οι υιοί των υιών αυτών έως του αιώνος και Δαυίδ ο δούλός μου άρχων αυτών εις τον αιώνα 26και διαθήσομαι αυτοίς διαθήκην ειρήνης διαθήκη αιωνία έσται μετ΄ αυτών και δώσω αυτούς και πληθυνώ αυτούς και θήσω τα άγιά μου εν μέσω αυτών εις τον αιώνα 27και έσται η κατασκήνωσίς μου εν αυτοίς και έσομαι αυτοίς θεός και αυτοί μου έσονται λαός 28και γνώσονται τα έθνη ότι εγώ ειμι κύριος ο αγιάζων αυτούς εν τω είναι τα άγιά μου εν μέσω αυτών εις τον αιώνα
Copyright information for ABPGRK