Ezekiel 39

CHAPTER 39

The Prophecy against Gog

1και συ υιέ ανθρώπου προφήτευσον επί Γωγ και είπον τάδε λέγει κύριος κύριος ιδού εγώ επί σε Γωγ άρχοντα Ρως Μοσόχ και Θουβάλ 2και συνάξω σε και κατάξω σε και αναβιβάσω σε επ΄ εσχάτου βορρά και ανάξω σε επί τα όρη Ισραήλ 3και απολώ το τόξον σου από της χειρός σου της αριστεράς και τα τοξεύματά σου από της χειρός σου της δεξιάς 4και καταβαλώ σε επί τα όρη Ισραήλ και πέση συ και πάντες οι περί σε και τα έθνη τα μετά σου δοθήσονται εις πλήθος ορνέων παντί πετεινώ και πάσι τοις θηρίοις του πεδίου δέδωκά σε καταβρωθήναι 5επί προσώπου του πεδίου πέση ότι εγώ ελάλησα λέγει κύριος κύριος

The LORD Sends Fire on Gog

6και αποστελώ πυρ επί Μαγώγ και κατοικηθήσονται αι νήσοι επ΄ ειρήνης και γνώσονται ότι εγώ ειμι κύριος 7και το όνομά μου το άγιον γνωσθήσεται εν μέσω λαού μου Ισραήλ και ου βεβηλωθήσεται το όνομά μου το άγιον ουκέτι και γνώσονται τα έθνη ότι εγώ ειμι κύριος άγιος εν Ισραήλ 8ιδού ήκει και γνώση ότι έσται λέγει κύριος κύριος αύτη εστίν η ημέρα εν η ελάλησα 9και εξελεύσονται οι κατοικούντες τας πόλεις Ισραήλ και καύσουσιν εν τοις όπλοις πέλταις και κόντοις και τόξοις και τοξεύμασι και ράβδοις χειρών και λόγχαις και καύσουσιν εν αυτοίς πυρ επτά έτη 10και ου μη λάβωσι ξύλα εκ του πεδίου ουδέ μη κόψωσιν εκ των δρυμών αλλ΄ η τα όπλα κατακαύσουσι πυρί και προνομεύσουσι τους προνομεύσαντας αυτούς και σκυλεύσουσι τους σκυλεύσαντας αυτούς λέγει κυριός 11και έσται εν τη ημέρα εκείνη δώσω τω Γωγ τόπον ονομαστόν μνημείον εν Ισραήλ πολυάνδριον των επελθόντων προς τη θαλάσση και περιοικοδομήσουσι το περιστόμιον της φάραγγος και κατορύξουσιν εκεί τον Γωγ και παν το πλήθος αυτού και κληθήσεται τότε το πολυάνδριον του Γωγ 12και κατορύξουσιν αυτούς οίκος Ισραήλ ίνα καθαρισθή η γη εν επταμνήω 13και κατορύξουσιν αυτούς πας ο λαός της γης και έσται αυτοίς εις ονομαστόν η ημέρα εδοξάσθην λέγει κύριος κύριος 14και άνδρας διαπαντός διαστελούσιν επιπορευομένους την γην θάψαι τους καταλελειμμένους επί προσώπου της γης καθαρίσαι αυτήν μετά την επτάμηνον και εκζητήσουσι 15και πας ο διαπορευόμενος την γην και ιδών οστούν ανθρώπου οικοδομήσει παρ΄ αυτό σημείον έως ότου θάψουσιν αυτό οι θάπτοντες εις το πολυάνδριον του Γωγ 16και γαρ το όνομα της πόλεως Πολυάνδριον και καθαρισθήσεται η γη 17και συ υιέ ανθρώπου τάδε λέγει κύριος κύριος είπον παντί ορνέω πετεινώ και προς πάντα τα θηρία του πεδίου συνάχθητε και έρχεσθε συνάχθητε από πάντων των περικύκλω επί την θυσίαν μου ην τέθυκα υμίν θυσίαν μεγάλην επί τα όρη Ισραήλ και φάγεσθε κρέα και πίεσθε αίμα 18κρέα γιγάντων φάγεσθε και αίμα αρχόντων της γης πίεσθε κριούς και μόσχους και τράγους και οι μόσχοι εστεατωμένοι πάντες 19και φάγεσθε στέαρ εις πλησμονήν και πίεσθε αίμα εις μέθην από της θυσίας μου η έθυσα υμίν 20και εμπλησθήσεσθε από της τραπέζης μου ίππον και αναβάτην και γίγαντα και πάντα άνδρα πολεμιστήν λέγει κύριος κύριος

Israel is Restored to the Land

21και δώσω την δόξαν μου εν υμίν και όψονται πάντα τα έθνη την κρίσιν μου ην εποίησα και την χείρά μου ην επήγαγον επ΄ αυτούς 22και γνώσονται οίκος Ισραήλ ότι εγώ ειμι κύριος ο θεός αυτών από της ημέρας ταύτης και επέκεινα 23και γνώσονται πάντα τα έθνη ότι διά τας αμαρτίας αυτών ηχμαλωτεύθησαν οίκος Ισραήλ ανθ΄ ων ηθέτησαν εις εμέ και απέστρεψα το πρόσωπόν μου απ΄ αυτών και παρέδωκα αυτούς εις χείρας των εχθρών αυτών και έπεσαν πάντες μαχαίρα 24κατά τας ακαθαρσίας αυτών και κατά τα ανομήματα αυτών εποίησα αυτοίς και απέστρεψα το πρόσωπόν μου απ΄ αυτών 25διά τούτο τάδε λέγει κύριος κύριος νυν αναστρέψω αιχμαλωσίαν εν Ιακώβ και ελεήσω τον οίκον Ισραήλ και ζηλώσω διά το όνομα το άγιόν μου 26και λήψονται την ατιμίαν εαυτών και την αδικίαν ην ηδίκησαν εν τω κατοικισθήναι αυτούς επί την γην αυτών επ΄ ειρήνης και ουκ έσται ο εκφοβών 27εν τω αποστρέψαι με αυτούς εκ των εθνών και συναγαγείν με αυτούς εκ των χωρών των εθνών και αγιασθήσομαι εν αυτοίς ενώπιον των εθνών 28και γνώσονται ότι εγώ ειμι κύριος ο θεός αυτών εν τω επιφανήναί με αυτοίς εν τοις έθνεσι και εν τω συνάξαι με αυτούς επί την γην αυτών και ουκ εγκαταλείψω έτι αυτών ουδένα εκεί 29και ουκ αποστρέψω ουκέτι το πρόσωπόν μου απ΄ αυτών ανθ΄ ου εξέχεα τον θυμόν μου επί τον οίκον Ισραήλ λέγει κύριος κύριος
Copyright information for ABPGRK