Ezekiel 44

CHAPTER 44

The East Gate and the Leader

και επέστρεψέ με κατά την οδόν της πύλης των αγίων της εξωτέρας της βλεπούσης κατά ανατολάς και αύτη ην κεκλεισμένη και είπε κύριος προς με η πύλη αύτη κεκλεισμένη έσται ουκ ανοιχθήσεται και ουδείς διέλθη δι΄ αυτής ότι κύριος ο θεός Ισραήλ διελεύσεται δι΄ αυτής και έσται κεκλεισμένη διότι ο ηγούμενος ούτος καθήσεται εν αυτή του φαγείν άρτον ενώπιον του κυρίου κατά την οδόν αιλάμ της πύλης εισελεύσεται και κατά την οδόν αυτού εξελεύσεται

Entrance to the House

και εισήγαγέ με κατά την οδόν της πύλης της προς βορράν κατέναντι του οίκου και ίδον και ιδού πλήρης δόξης ο οίκος του κυρίου και πίπτω επί πρόσωπόν μου και είπε κύριος προς με υιέ ανθρώπου τάξαι επί την καρδίαν σου και ίδε τοις οφθαλμοίς σου και τοις ωσί σου άκουε πάντα όσα εγώ προς σε λαλώ κατά πάντα τα προστάγματα του οίκου κυρίου και πάντα τα νόμιμα αυτού και τάξεις την καρδίαν σου εις την εισοδον του οίκου κατά πάσας τας εξόδους αυτού εν πάσι τοις αγίοις και ερείς προς τον παραπικραίνοντα προς τον οίκον Ισραήλ τάδε λέγει κύριος κύριος ικανούσθω υμίν από πασών ανομιών υμών οίκος Ισραήλ του εισαγαγείν υμάς υιούς αλλογενείς απεριτμήτους καρδία και απεριτμήτους σαρκί του γίνεσθαι εν τοις αγίος μου και βεβηλούν αυτά εν τω προσφέρειν υμάς άρτους μου και στέαρ και αίμα και παρεβαίνετε την διαθήκην μου εν πάσαις ταις ανομίαις υμών και ουκ εφυλάξατε τα προστάγματα του αγιάσματός μου και διετάξατε του φυλάσσειν φυλακάς εν τοις άγιοις μου υμίν διά τούτο τάδε λέγει κύριος ο θεός πας υιός αλλογενής απερίτμητος καρδία και απερίτμητος σαρκί ουκ εισελεύσεται εις τα άγιά μου από πάντων αλλογενών εν μέσω οίκου Ισραήλ

The Laws Governing the Levites

10 αλλ΄ η οι Λευίται οίτινες αφείηλαντο απ΄ εμού εν τω πλανάσθαι τον Ισραήλ απ΄ εμού κατόπισθεν των ενθυμημάτων αυτών και λήψονται αδικίαν αυτών 11 και έσονται εν τοις αγίοις μου λειτουργούντες θυρωροί επί των πυλών του οίκου και λειτουργούντες εν τω οίκω ούτοι σφάξουσι τα ολοκαυτώματα και τας θυσίας τω λαώ και ούτοι στήσονται εναντίον του λαού του λειτουργείν αυτοίς 12 ανθ΄ ων ελειτούργουν αυτοίς προ προσώπου των ειδώλων αυτών και εγένετο τω οίκω Ισραήλ εις κόλασιν αδικίας ένεκα τούτου ήρα την χείρά μου επ΄ αυτούς λέγει κύριος κύριος 13 και λήψονται την ανομίαν αυτών και ουκ εγγιούσι προς με του ιερατεύειν μοι ουδέ του προσάγειν προς πάντα τα άγια των αγίων και λήψονται ατιμίαν αυτών εν τη πλανήσει η επλανήθησαν 14 και τάξω αυτούς φυλάσσειν φυλακάς του οίκου εις πάντα τα έργα αυτού και εις πάντα όσα αν ποιήσωσιν

The Sons of Zadok

15 οι ιερείς οι Λευίται οι υιοί του Σαδδούκ οι εφύλαξαν φυλακάς των αγίων μου εν τω πλανάσθαι τον οίκον Ισραήλ απ΄ εμού ούτοι προσάξουσι προς με του λειτουργείν μοι και στήσονται προ προσώπου μου του προσφέρειν μοι στέαρ και αίμα λέγει κύριος κύριος 16 ούτοι εισελεύσονται εις τα άγιά μου και ούτοι προσελεύσονται προς την τράπεζάν μου του λειτουργείν μοι και φυλάξουσι τας φυλακάς μου 17 και έσονται εν τω εισπορεύεσθαι αυτούς εις τας πύλας της αυλής της εσωτέρας στολάς λινάς ενδύσονται και ουκ ενδύσονται έρια εν τω λειτουργείν αυτούς από της πύλης της εσωτέρας αυλής 18 και κιδάρεις λινάς έξουσιν επί των κεφαλών αυτών και περισκέλη λινά έξουσιν επί τας οσφύας αυτών και ου περιζώσονται βία 19 και εν τω εκπορεύεσθαι αυτούς εις την αυλήν την εξωτέραν προς τον λαόν εκδύσονται τας στολάς αυτών εν αις λειτουργούσιν εν αυταίς και θήσουσιν αυτάς εν ταις εξέδραις των αγίων και ενδύσονται στολάς ετέρας και ου μη αγιάσωσι τον λαόν εν ταις στολαίς αυτών 20 και τας κεφαλάς αυτών ου ξυρήσονται και τας κόμας αυτών ου ψιλώσουσι καλύπτοντες καλύψουσι τας κεφαλάς αυτών 21 και οίνον ου μη πίωσι πας ιερεύς εν τω εισπορεύεσθαι αυτούς εις την αυλήν την εσωτέραν 22 και χήραν και εκβεβλημένην ου λήψονται εαυτοίς εις γυναίκα αλλ΄ η παρθένον εκ του σπέρματος οίκου Ισραήλ και εάν γένηται χήρα εξ ιερέως λήψονται 23 και τον λαόν μου διδάξουσιν αναμέσον αγίου και βεβήλου και αναμέσον ακαθάρτου και καθαρού γνωριούσιν αυτοίς 24 και επί κρίσιν αίματος ούτοι επιστήσονται του διακρίνειν τα δικαιώματά μου δικαιώσουσι και τα κρίματά μου κρινούσι και τα νόμιμά μου και τα προστάγματά μου εν πάσαις ταις εορταίς μου φυλάξονται και τα σάββατά μου αγιάσουσι 25 και επί ψυχήν ανθρώπου ουκ εισελεύσονται του μιανθήναι αλλ΄ η επί πατρί και επί μητρί και επί υιώ και επί θυγατρί και επ΄ αδελφώ και επ΄ αδελφή αυτού η ου γέγονεν ανδρί μιανθήσεται 26 και μετά το καθαρισθήναι αυτόν επτά ημέρας εξαριθμήση αυτώ 27 και η αν ημέρα εισπορεύωνται εις την αυλήν την εσωτέραν του λειτουργείν εν τω αγίω προσοίσει ιλασμόν λέγει κύριος ο θεός 28 και έσται αυτοίς εις κληρονομίαν εγώ κληρονομία αυτοίς και κατάσχεσις ου δοθήσεται αυτοίς εν τοις υιοίς Ισραήλ εγώ κατάσχεσις αυτών 29 και τας θυσίας και τα υπέρ αμαρτίας και τα υπέρ αγνοίας ούτοι φάγονται και παν αφόρισμα εν τω Ισραήλ αυτοίς έσται 30 και αι απαρχαί πάντων και τα πρωτότοκα πάντων και τα αφαιρέματα πάντα εκ πάντων των απαρχών υμών τοις ιερεύσιν έσται και τα πρωτογεννήματα υμών δώσετε τω ιερεί του θείναι ευλογίας επί τους οίκους υμών 31 και παν θνησιμαίον και θηριάλωτον εκ των πετεινών και εκ των κτηνών ου φάγονται οι ιερείς
Copyright information for ABPGRK