Ezekiel 5

CHAPTER 5

The Siege Portrayed

1και συ υιέ ανθρώπου λάβε σεαυτώ ρομφαίαν οξείαν υπέρ ξυρόν κουρέως κτήση αυτήν σεαυτώ και επάξεις αυτήν επί την κεφαλήν σου και επί τον πώγωνά σου και λήψη ζυγόν σταθμίων και διαστήσεις αυτούς 2το τέταρτον εν πυρί ανακαύσεις εν μέση τη πόλει κατά την πλήρωσιν των ημερών του συγκλεισμού και λήψη το τέταρτον και κατακαύσεις αυτό εν μέσω αυτής και το τέταρτον κατακόψεις εν ρομφαία κύκλω αυτής και το τέταρτον διασκορπίσεις τω πνεύματι και μάχαιραν εκκενώσω οπίσω αυτών 3και λήψη εκείθεν ολίγους εν αριθμώ και συμπεριλήψη αυτούς τη αναβολή σου 4και εκ τούτων λήψη έτι και ρίψεις αυτούς εις μέσον του πυρός και κατακαύσεις αυτούς εν πυρί εξ αυτής εξελεύσεται πυρ και ερείς παντί οίκω Ισραήλ 5τάδε λέγει Αδωναϊ κύριος αύτη η Ιερουσαλήμ εν μέσω των εθνών τέθεικα αυτήν και τας κύκλω αυτής χώρας 6και ερείς τα δικαιώματά μου τη ανόμω εκ των εθνών και τα νόμιμά μου των χωρίων των κύκλω αυτής διότι τα δικαιώματά μου απώσαντο και εν τοις νομίμοις μου ουκ επορεύθησαν εν αυτοίς 7διά τούτο τάδε λέγει Αδωναϊ κύριος ανθ΄ ων η αφορμή υμών εκ των εθνών των κύκλω υμών και εν τοις νομίμοις μου ουκ επορεύθητε και τα δικαιώματά μου ουκ εποιήσατε αλλ΄ ουδέ κατά το δικαιώματα των εθνών των κύκλω υμών ου πεποιήκατε 8διά τούτο τάδε λέγει Αδωναϊ κύριος ιδού εγώ επί σε και ποιήσω εν μέσω σου κρίμα ενώπιον των εθνών 9και ποιήσω εν σοι α ου πεποίηκα και ου ποιήσω όμοια αυτοίς έτι κατά πάντα τα βδελύγματά σου 10διά τούτο πατέρες φάγονται τα τέκνα εν μέσω σου και τέκνα φάγονται πατέρας και ποιήσω εν σοι κρίματα και διασκορπιώ πάντας τους καταλοίπους σου εις πάντα άνεμον 11διά τούτο ζω εγώ λέγει Αδωναϊ κύριος ημήν ανθ΄ ων τα άγιά μου εμίανας εν πάσι τοις προσοχθίσμασί σου και εν πάσι τοις βδελύγμασί σου καγώ απώσομαί σε ου φείσεταί μου ο οφθαλμός καγώ ουκ ελεήσω

Famine, Plague, Dispersion and the Sword

12το τέταρτόν σου εν θανάτω αναλωθήσεται και το τέταρτόν σου εν λιμώ συντελεσθήσεται εν μέσω σου και το τέταρτόν σου εις πάντα άνεμον σκορπιώ αυτούς και το τέταρτόν σου εν ρομφαία πεσούνται κύκλω σου και μάχαιραν εκκενώσω οπίσω αυτών 13και συντελεσθήσεται ο θυμός μου και η οργή μου επ΄ αυτούς και παρακληθήσομαι και γνώση διότι εγώ κύριος λελάληκα εν τω ζήλω μου εν τω συντελέσαι με την οργήν μου επ΄ αυτούς 14και θήσομαί σε εις έρημον και τας θυγατέρας σου κύκλω σου ενώπιον παντός διοδεύοντος 15και έση στενακτή και δειλαια εν τοις έθνεσι κύκλω σου εν τω ποιήσαί με εν σοι κρίματα εν οργή και εν θυμώ και εν εκδικήσει θυμού εγώ κύριος λελάληκα 16εν τω εξαποστείλαί με τας βολίδας του λιμού επ΄ αυτούς και έσονται εις έκλειψιν και αποστελώ αυτάς διαφθείραι υμάς και λιμόν συνάξω εφ΄ υμάς και συντρίψω στήριγμα άρτου σου 17και εξαποστελώ επί σε λιμόν και θηρία πονηρά και τιμωρήσομαί σε και θάνατος και αίμα διελεύσονται επί σε και μάχαιραν επάξω επί σε εγώ κύριος λελάληκα
Copyright information for ABPGRK