Ezekiel 15

CHAPTER 15

The Parable of the Vine

1και εγένετο λόγος κυρίου προς με λέγων 2και συ υιέ ανθρώπου τι αν γένοιτο το ξύλον της αμπέλου εκ πάντων των ξύλων των κλημάτων των όντων εν τοις ξύλοις του δρυμού 3ει λήψονται εξ αυτής ξύλον του ποιήσαι εις εργασίαν ει λήψονται εξ αυτής πάσσαλον του κρεμάσαι επ΄ αυτόν παν σκεύος 4ιδού πυρί δέδοται εις ανάλωσιν την κατ΄ ενιαυτόν κάθαρσιν απ΄ αυτής αναλίσκει το πυρ και εκλείπει εις τέλος μη χρήσιμόν εστιν εις εργασίαν 5ουδέ έτι αυτού όντος ολοκλήρου ουκ έσται εις εργασίαν μη ότι εάν και πυρ αυτό αναλώση εις τέλος ει ποιηθήσεται εις εργασίαν 6διά τούτο τάδε λέγει Αδωναϊ κύριος ον τρόπον το ξύλον της αμπέλου εν τοις ξύλοις του δρυμού ο δέδωκα αυτό τω πυρί εις ανάλωσιν ούτως δέδωκα τους κατοικούντας εν Ιερουσαλήμ 7και δώσω το πρόσωπόν μου επ΄ αυτούς εκ του πυρός εξελεύσονται και πυρ καταφάγεται αυτούς και γνώσονται ότι εγώ κύριος εν τω στηρίσαι με το πρόσωπόν μου επ΄ αυτούς 8και δώσω την γην εις αφανισμόν ανθ΄ ων παρέπεσον παραπτώματι λέγει Αδωναϊ κύριος
Copyright information for ABPGRK