Ezekiel 20

CHAPTER 20

Ezekiel Speaks to the Elders

1και εγένετο εν τω έτει τω εβδόμω εν τω πέμπτω μηνί δεκάτη του μηνός ήλθον άνδρες εκ των πρεσβυτέρων του οίκου Ισραήλ επερωτήσαι τον κύριον και εκάθισαν προ προσώπου μου 2και εγένετο λόγος κυρίου προς με λέγων 3υιέ ανθρώπου λάλησον προς τους πρεσβυτέρους του Ισραήλ και ερείς προς αυτούς τάδε λέγει Αδωναϊ κύριος ει επερωτήσαί με υμείς έρχεσθε ζω εγώ ει αποκριθήσομαι υμίν λέγει Αδωναϊ κύριος 4ει εκδικήσω αυτούς εκδικήσει υιέ ανθρώπου τας ανομίας των πατέρων αυτών διαμάρτυραι αυτοίς 5και ερείς προς αυτούς τάδε λέγει κυριός αφ΄ ης ημέρας ηρέτισα τον οίκον του Ισραήλ και εγνωρίσθην τω σπέρματι οίκου του Ιακώβ και εγνώσθην αυτοίς εν γη Αιγύπτου και αντελαβόμην τη χειρί μου αυτών λέγων εγώ κύριος ο θεός υμών 6εν εκείνη τη ημέρα αντελαβόμην αυτών τη χειρί μου του εξαγαγείν αυτούς εκ γης Αιγύπτου εις την γην ην ητοίμασα αυτοίς γην ρέουσαν γάλα και μέλι κηρίον εστί παρά πάσαν την γην 7και είπα προς αυτούς έκαστος τα βδελύγματα των οφθαλμών αυτού απορριψάτω και εν τοις επιτηδεύμασιν Αιγύπτου μη μιαίνεσθε εγώ κύριος ο θεός υμών 8και απέστησαν απ΄ εμού και ουκ ηθέλησαν εισακούσαί μου έκαστος τα βδελύγματα των οφθαλμών αυτών ουκ απέρριψαν και τα επιτηδεύματα Αιγύπτου ουκ εγκατέλιπον και είπα του εκχέαι τον θυμόν μου επ΄ αυτούς του συντελέσαι την οργήν μου εν αυτοίς εν μέσω της Αιγύπτου 9και εποίησα όπως το όνομά μου το παράπαν μη βεβηλωθή ενώπιον των εθνών ων αυτοί εισιν εν μέσω αυτών εν οις εγνώσθην προς αυτούς ενώπιον αυτών του εξαγαγείν αυτούς εκ γης Αιγύπτου 10και εξήγαγον αυτούς εκ γης Αιγύπτου και ήγαγον αυτούς εις την έρημον 11και έδωκα αυτοίς τα προστάγματά μου και τα δικαιώματά μου εγνώρισα αυτοίς ως αν ποιήση αυτά άνθρωπος και ζήσεται εν αυτοίς 12και τα σάββατά μου έδωκα αυτοίς του είναι εις σημείον αναμέσον εμού και αναμέσον αυτών του γνώναι αυτούς ότι εγώ κύριος ο αγιάζων αυτούς 13και παρεπίκρανάν με ο οίκος του Ισραήλ εν τη ερήμω εν τοις προστάγμασί μου ουκ εκπορεύθησαν και τα δικαιώματά μου απώσαντο α ποιήσει αυτά άνθρωπος και ζήσεται εν αυτοίς και τα σάββατά μου εβεβήλωσαν σφόδρα και είπα του εκχέαι τον θυμόν μου επ΄ αυτούς εν τη ερήμω του εξαναλώσαι αυτούς 14και εποίησα όπως το όνομά μου το παράπαν μη βεβηλωθή ενώπιον των εθνών ων εξήγαγον αυτούς κατ΄ οφθαλμούς αυτών 15και εγώ εξήρα την χείρά μου επ΄ αυτούς εν τη ερήμω το παράπαν του μη εισαγαγείν αυτούς εις την γην ην έδωκα αυτοίς γην ρέουσαν γάλα και μέλι κηρίον εστί παρά πάσαν την γην 16ανθ΄ ων τα δικαιώματά μου απώσαντο και εν τοις προστάγμασί μου ουκ επορεύθησαν εν αυτοίς και τα σάββατά μου εβεβήλουν και οπίσω των ενθυμημάτων των καρδιών αυτών επορεύοντο 17και εφείσατο αυτών ο οφθαλμός μου του μη εξαλείψαι αυτούς και ουκ εποίησα αυτούς εις συντέλειαν εν τη ερήμω 18και είπον προς τα τέκνα αυτών εν τη ερήμω εν τοις νομίμοις των πατέρων υμών μη πορεύεσθε και τα δικαιώματα αυτών μη φυλάσσεσθε και εν τοις επιτηδεύμασιν αυτών μη συναναμίγνυσθε και μη μιαίνεσθε 19εγώ κύριος ο θεός υμών εν τοις προστάγμασί μου πορεύεσθε και τα δικαιώματά μου φυλάσσεσθε και ποιείτε αυτά 20και τα σάββατά μου αγιάζετε αυτά και έσται εις σημείον αναμέσον εμού και υμών του γινώσκειν ότι εγώ κύριος ο θεός υμών 21και παρεπίκρανάν με και τα τέκνα αυτών εν τοις προστάγμασί μου ουκ επορεύθησαν και τα δικαιώματά μου ουκ εφυλάξαντο του ποιήσαι αυτά α ποιήσει άνθρωπος και ζήσεται εν αυτοίς και τα σάββατά μου εβεβήλωσαν και είπον του εκχέαι τον θυμόν μου επ΄ αυτούς και του συντελέσαι την οργήν μου επ΄ αυτούς εν τω ερήμω 22και επέστρεψα την χείρά μου αυτοίς και εποίησα ένεκεν εμού όπως το όνομά μου το παράπαν μη βεβηλωθή ενώπιον των εθνών αφ΄ ων εξήγαγον αυτούς κατ΄ οφθαλμούς αυτών 23και εξήρα την χείρά μου επ΄ αυτούς εν τη ερήμω του διασκορπίσαι αυτούς εν τοις έθνεσι και διασπείραι αυτούς εν ταις χώραις 24ανθ΄ ων τα δικαιώματά μου ουκ εποίησαν και τα προστάγματά μου απώσαντο και τα σάββατά μου εβεβήλουν και οπίσω των ενθυμημάτων των πατέρων αυτών ήσαν οι οφθαλμοί αυτών 25και εγώ έδωκα αυτοίς προστάγματα ου καλά και δικαιώματα εν οις ου ζήσονται εν αυτοίς 26και μιανώ αυτούς εν τοις δόγμασιν αυτών εν τω διαπορεύεσθαί με παν διανοίγον μήτραν όπως αφανίσω αυτούς ίνα γνώσιν ότι εγώ κύριος 27διά τούτο λάλησον προς τον οίκον του Ισραήλ υιέ ανθρώπου και ερείς προς αυτούς τάδε λέγει Αδωναϊ κύριος έως τούτου παρώργισάν με οι πατέρες υμών εν τοις παραπτώμασιν αυτών εν οις παρέπεσον εις εμέ 28και εισήγαγον αυτούς εις την γην ην ήρα την χείρά μου του δούναι αυτήν αυτοίς και είδον πάντα βουνόν υψηλόν και παν ξύλον κατάσκιον και έθυσαν εκεί τοις θεοίς αυτών και έταξαν εκεί οργήν των δώρων και έταξαν εκεί οσμήν ευωδίας αυτών και έσπεισαν εκεί σπονδάς αυτών 29και είπα προς αυτούς τι εστίν Αβαμά ότι υμείς εισπορεύεσθε εκεί και επεκάλεσαν το όνομα αυτού Αβαμά έως της σήμερον ημέρας

Judgment and Restoration

30διά τούτο είπον προς τον οίκον του Ισραήλ τάδε λέγει Αδωναϊ κύριος ει εν ταις ανομίαις των πατέρων υμών υμείς μιαίνεσθε και οπίσω των βδελυγμάτων αυτών υμείς εκπορνεύετε 31και εν ταις απαρχαίς των δομάτων υμών και εν τοις αφορισμοίς υμών εν τω διάγειν τα τέκνα υμών εν πυρί υμείς μιαίνεσθε εν πάσι τοις ενθυμήμασιν υμών έως της σήμερον ημέρας και εγώ αποκριθώ υμίν οίκος του Ισραήλ ζω εγώ λέγει Αδωναϊ κύριος ει αποκριθήσομαι υμίν και ει αναβήσεται επί το πνεύμα υμών τούτο 32και ουκ έσται ον τρόπον υμείς λέγετε εσόμεθα ως τα έθνη και ως αι φυλαί της γης του λατρεύειν ξύλοις και λίθοις 33διά τούτο ζω εγώ λέγει Αδωναϊ κύριος εν χειρί κραταιά και εν βραχίονι υψηλώ και εν θυμώ κεχυμένω βασιλεύσω εφ΄ υμάς 34και εξάξω υμάς εκ των λαών και εισδέξομαι υμάς εκ των χωρών ου διεσκορπίσθητε εν αυταίς εν χειρί κραταιά και εν βραχίονι υψηλώ και εν θυμώ κεχυμένω 35και άξω υμάς εις την έρημον των λαών και διακριθήσομαι προς υμάς εκεί πρόσωπον κατά πρόσωπον 36ον τρόπον διεκρίθην προς τους πατέρας υμών εν τη ερήμω γης Αιγύπτου ούτως κρινώ υμάς λέγει Αδωναϊ κύριος 37και διάξω υμάς υπό την ράβδον μου και εισάξω υμάς εν αριθμώ 38και εκλέξω εξ υμών τους ασεβείς και τους αφεστηκότας διότι εκ της παροικεσίας αυτών εξάξω αυτούς και εις την γην του Ισραήλ ουκ εισελεύσονται και επιγνωσεσθε διότι εγώ κύριος 39και υμείς οίκος Ισραήλ τάδε λέγει Αδωναϊ κύριος έκαστος τα επιτηδεύματα αυτού εξάρατε και μετά ταύτα ει υμείς εισακούετέ μου και το όνομά μου το άγιον ου βεβηλώσετε ουκέτι εν τοις δώροις υμών και εν τοις επιτηδεύμασιν υμών 40διότι επί του όρους μου του αγίου επ΄ όρους υψηλού Ισραήλ λέγει Αδωναϊ κύριος εκεί δουλεύσουσί μοι πας οίκος Ισραήλ εις τέλος επί της γης και εκεί προσδέξομαι αυτούς και εκεί επισκέψομαι τας απαρχάς υμών και τας απαρχάς των αφορισμών υμών εν πάσι τοις αγιάσμασιν υμών 41εν οσμή ευωδίας προσδέξομαι υμάς εν τω εξαγαγείν με υμάς εκ των λαών και εισδέχεσθαι υμάς εκ των χωρών εν αις διεσκορπίσθητε εν αυταίς και αγιασθήσομαι εν υμίν κατ΄ οφθαλμούς των λαών 42και επιγνώσεσθε διότι εγώ κύριος εν τω εισαγαγείν με υμάς εις την γην του Ισραήλ εις ην ήρα την χείρά μου του δούναι αυτήν τοις πατράσιν υμών 43και μνησθήσεσθε εκεί των οδών υμών και των επιτηδευμάτων υμών οις εμιαίνεσθε εν αυτοίς και κόψεσθε τα πρόσωπα υμών εν πάσαις ταις κακίαις υμών 44και επιγνώσεσθε διότι εγώ κύριος εν τω ποιήσαί με ούτως υμίν όπως το όνομά μου μη βεβηλωθή ου κατά τας οδούς υμών τας πονηράς ουδέ κατά τα επιτηδεύματα υμών τα διεφθαρμένα οίκος Ισραήλ λέγει Αδωναϊ κύριος 45και εγένετο λόγος κυρίου προς με λέγων 46υιέ ανθρώπου στήρισον το πρόσωπόν σου επί Θαιμάν και επίβλεψον επί Δαρώρ και προφήτευσον επί δρυμόν ηγούμενον Ναγέβ 47και ερείς τω δρυμώ Ναγέβ άκουε λόγον κυρίου τάδε λέγει κύριος ιδού εγώ ανάπτω εν σοι πυρ και καταφάγεται εν σοι παν ξύλον χλωρόν και παν ξύλον ξηρόν ου σβεσθήσεται η φλοξ η εξαφθείσα και κατακαυθήσεται εν αυτή παν πρόσωπον από απηλιώτου έως βορρά 48και επιγνώσεται πάσα σαρξ ότι εγώ κύριος εξέκαυσα αυτό και ου σβεσθήσεται 49και είπον μηδαμώς κύριε κύριε αυτοί λέγουσι προς με ουχί παραβολή εστι λεγομένη αύτη
Copyright information for ABPGRK