Ezekiel 21

CHAPTER 21

Babylon -- God's Sword of Judgment

1και εγένετο λόγος κυρίου προς με λέγων 2διά τούτο προφήτευσον υιέ ανθρώπου και στηρισον το πρόσωπόν σου επί Ιερουσαλήμ και επίβλεψον επί τα άγια αυτών και προφήτευσον επί την γην του Ισραήλ 3και ερείς προς την γην του Ισραήλ τάδε λέγει Αδωναϊ κύριος ιδού εγώ προς σε και εκσπάσω το εγχειρίδιόν μου εκ του κολεού αυτού και εξολοθρεύσω εκ σου άνομον και άδικον 4ανθ΄ ων εξολοθρεύσω εκ σου άδικον και άνομον ούτως εξελεύσεται το εγχειρίδιόν μου εκ του κολεού αυτού επί πάσαν σάρκα από απηλιώτου έως βορρά 5και επιγνώσεται πάσα σαρξ ότι εγώ κύριος εξέσπασα το εγχειρίδιον μου εκ του κολεού αυτού και ουκ αποστρέψει ουκέτι 6και συ υιέ ανθρώπου καταστέναξον εν συντριβή οσφύος σου και εν οδύναις στενάξεις κατ΄ οφθαλμούς αυτών 7και έσται εάν είπωσι προς σε ένεκε τίνος συ στενάζεις και ερείς επί τη αγγελία διότι έρχεται και θραυσθήσεται πάσα καρδία και παραλυθήσονται πάσαι χείρες και εκψύξει πάσα σαρξ και παν πνεύμα και πάντες μηροί μολυνθήσονται υγρασία ιδού έρχεται και έσται λέγει κύριος ο θεός 8και εγένετο λόγος κυρίου προς με λέγων 9υιέ ανθρώπου προφήτευσον και ερείς τάδε λέγει Αδωναϊ κύριος είπον ρομφαία ρομφαία οξύνου και θυμώθητι 10όπως σφάξης σφάγια οξύνου όπως γένη εις στίλβωσιν ετοίμη εις παράλυσιν σφάζε εξουδένει απόθου παν ξύλον 11και έδωκεν αυτήν ετοίμην του κρατείν χείρα αυτού εξηκονήθη η ρομφαία εστίν ετοίμη του δούναι αυτήν εις χείρα αποκεντούντος 12ανάκραγε και ολόλυξον υιέ ανθρώπου ότι αυτή εγένετο εν τω λαώ μου αυτή εν πάσι τοις αφηγουμένοις του Ισραήλ παροικήσουσιν επί ρομφαία εγένετο εν τω λαώ μου διά τούτο κρότησον επί την χείρά σου 13ότι δεδικαίωται και τι ει και φυλή απωσθή ουκ έσται λέγει Αδωναϊ κύριος 14και συ υιέ ανθρώπου προφήτευσον και κρότησον χείρα επί χείρα και διπλασιάσον ρομφαίαν η τρίτη ρομφαία τραυματιών εστι ρομφαία τραυματιών η μεγάλη και εκστήσεις αυτούς 15όπως θραυσθή η καρδία και πληθυνθώσιν οι ασθενούντες επί πάσαν πύλην αυτών παραδέδονται εις σφάγια ρομφαίας εύγε οξεία γέγονεν εις σφαγήν εύγε γέγονεν εις στίλβωσιν ως αστραπή διαπορεύου 16οξύνου εκ δεξιών και εξ ευωνύμων ου αν το πρόσωπόν σου εξεγείρηται 17και εγώ δε κροτήσω χείρά μου προς χείρά μου και επαφήσω τον θυμόν μου εγώ κύριος λελάληκα 18και εγένετο λόγος κυρίου προς με λέγων 19και συ υιέ ανθρώπου διάταξον σεαυτώ δύο οδούς του εισελθείν ρομφαίαν βασιλέως Βαβυλώνος εκ χώρας μιάς εξελεύσονται αι δύο αρχαί και χειρ εν αρχή οδού πόλεως επ΄ αρχής οδού διατάξεις 20του εισελθείν ρομφαίαν επί Ραββάθ υιών Αμμών και επί τον Ιούδαν και επί Ιερουσαλήμ εν πολιορκία 21διότι στήσεται βασιλεύς Βαβυλώνος επί την αρχαίαν οδόν επ΄ αρχής των δύο οδών του μαντεύσασθαι μαντείαν του αναβράσαι ράβδον και επερωτήσαι εν τοις γλυπτοίς και ήπατι σκοπήσασθαι 22εκ δεξιών αυτού εγένετο το μαντείον επί Ιερουσαλήμ του βαλείν χάρακα του διανοίξαι στόμα εν βοή υψώσαι φωνήν μετά κραυγής του βαλείν χάρακα επί τας πύλας αυτής και βαλείν χώμα και οικοδομήσαι βελοστάσεις 23και αυτός αυτοίς ως μαντευόμενος μαντείαν ενώπιον αυτών και αυτός αναμιμνήσκων αδικίαν αυτών του συλληφθήναι 24διά τούτο τάδε λέγει Αδωναϊ κύριος ανθ΄ ων ανεμνήσατε τας αδικίας υμών εν τω αποκαλυφθήναι τας ασεβείας υμών του οραθήναι τας αμαρτίας υμών εν πάσαις ταις ανομίαις υμών και εν πάσι τοις επιτηδεύμασιν υμών ανθ΄ ων ανεμνήσατε εν τούτοις αλώσεσθε 25και συ βέβηλε άνομε αφηγούμενε του Ισραήλ ου ήκει η ημέρα εν καιρώ αδικίας πέρας 26τάδε λέγει Αδωναϊ κύριος αφελού την κίδαριν και απόθου τον στέφανον αύτη ου τοιαύτη έσται εταπείνωσας το υψηλόν και ύψωσας το ταπεινόν 27αδικίαν αδικίαν θήσομαι αυτήν ουδέ αυτή τοιαύτη έσται έως ου έλθη ω καθήκει και παραδώσω αυτώ

Judgment against the Sons of Ammon

28και συ υιέ ανθρώπου προφήτευσον και ερείς τάδε λέγει Αδωναϊ κύριος προς τους υιούς Αμμών και προς τον ονειδισμόν αυτών και ερείς ρομφαία ρομφαία εσπασμένη εις σφάγια και εσπασμένη εις συντέλειαν εγείρου όπως στιλβής 29εν τη οράσει σου τη ματαία και εν τω μαντεύεσθαί σε ψευδή του παραδούναί σε επί τραχήλους τραυματιών ανόμων ων ήκει η ημέρα εν καιρώ αδικίας πέρας 30απόστρεφε εις τον κουλεόν σου εν τω τόπω τούτω ω γεγέννησαι εν τη γη τη ιδία σου κρινώ σε 31και εκχεώ επί σοι την οργήν μου εν πυρί οργής μου εμφυσήσω εις σε και παραδώσω σε εις χείρας ανδρών βαρβάρων τεκταινόντων διαφθοράς 32εν πυρί έση κατάβρωμα το αίμά σου έσται εν μέσω της γης σου ου μη γένηταί σου μνεία διότι εγώ κύριος λελάληκα
Copyright information for ABPGRK