Ezekiel 22

CHAPTER 22

The Sins of Jerusalem

1και εγένετο λόγος κυρίου προς με λέγων 2και συ υιέ ανθρώπου ει κρίνεις την πόλιν των αιμάτων και παράδειξον αυτή πάσας τας ανομίας αυτής 3και ερείς τάδε λέγει κύριος κύριος ω πόλις εκχέουσα αίμα εν μέσω αυτής του ελθείν καιρόν αυτής και ποιούσα ενθυμήματα καθ΄ εαυτής του μιαίνειν αυτήν 4εν τοις αίμασίν σου οις εξέχεας παραπέπτωκας και εν τοις ενθυμήμασί σου οις εποίησας εμιαίνου και προσήγγισας τας ημέρας σου και ήγαγες καιρόν ετών σου διά τούτο δέδωκά σε εις ονειδισμόν τοις έθνεσι και εις εμπαιγμόν πάσαις ταις χώραις 5ταις εγγιζούσαις προς σε και ταις μακράν απεχούσαις από σου και εμπαίξονταί σοι ακάθαρτος η ονομαστή και πολλή εν ταις ανομίαις 6ιδού οι αφηγούμενοι οίκου Ισραήλ έκαστος προς τους συγγενείς αυτού συνεφύροντο εν σοι όπως εκχέωσιν αίμα 7πατέρα και μητέρα εκακολόγουν εν σοι και προς τον προσήλυτον ανεστρέφοντο εν αδικίαις εν σοι ορφανόν και χήραν κατεδυνάστευον εν σοι 8και τα άγιά μου εξουδένουν και τα σάββατά μου εβεβήλουν εν σοι 9άνδρες λησταί ήσαν εν σοι όπως εκχέωσιν αίμα εν σοι και επί των ορέων ήσθιον εν σοι ανόσια εποίουν εν μέσω σου 10αισχύνην πατρός απεκάλυψαν εν σοι και εν ακαθαρσίαις αποκαθημένην εταπείνουν εν σοι 11έκαστος την γυναίκα του πλησίον αυτού ηνόμουν και έκαστος την νύμφην αυτού εμίαινεν εν ασεβεία και έκαστος την αδελφήν αυτού θυγατέρα του πατρός αυτού εταπείνουν εν σοι 12δώρα ελάμβανον εν σοι όπως εκχέωσιν αίμα τόκον και πλεονασμόν ελάμβανον εν σοι και συνετελέσω συντέλειαν κακίας σου την εν καταδυναστεία εμού δε επελάθου λέγει Αδωναϊ κύριος 13εάν δε πατάξω χείρά μου προς χείρά μου εφ΄ οις συντετέλεσαι οις εποίησας και επί τοις αίμασί σου τοις γεγενημένοις εν μέσω σου 14ει υποστήσεται η καρδία σου ει κρατήσουσιν αι χείρές σου εν ταις ημέραις αις εγώ ποιώ εν σοι εγώ κύριος λελάληκα και ποιήσω 15και διασκορπιώ σε εν τοις έθνεσι και διασπερώ σε εν ταις χώραις και εκλείψει η ακαθαρσία σου εκ σου 16και κατακληρονομήσω εν σοι κατ΄ οφθαλμούς των εθνών και γνώσεσθε διότι εγώ κύριος

Israel Cast into a Furnace

17και εγένετο λόγος κυρίου προς με λέγων 18υιέ ανθρώπου ιδού γεγόνασί μοι ο οίκος Ισραήλ αναμεμιγμένος πάντες χαλκώ και σιδήρω και κασσιτέρω και μολίβδω εν μέσω καμίνου αργυρίου αναμεμιγμένοι εισί 19διά τούτο ειπέ τάδε λέγει Αδωναϊ κύριος ανθ΄ ων εγένεσθε πάντες εις σύγκρασιν μίαν διά τούτο εγώ εισδέξομαι υμάς εν μέσον Ιερουσαλήμ 20καθώς εισδέχεται άργυρος και χαλκός και σίδηρος και κασσίτερος και μόλιβδος εν μέσον καμίνου του εκφυσήσαι εις αυτήν πυρ εις το χωνευθήναι ούτως εισδέξομαι υμάς εν τη οργή μου και εν τω θυμώ μου και συνάξω και χωνεύσω υμάς 21και εκφυσήσω εφ΄ υμάς εν πυρί οργής μου και χωνευθήσεσθε εν μέσω αυτής 22ον τρόπον χωνεύεται αργύριον εν μέσω καμίνου ούτως χωνευθήσεσθε εν μέσω αυτής και επιγνώσεσθε ότι εγώ κύριος εξέχεα τον θυμόν μου εφ΄ υμάς

Condemnation on the Land

23και εγένετο λόγος κυρίου προς με λέγων 24υιέ ανθρώπου ειπέ αυτή συ ει γη η ου βρεχομένη ουδέ υετός εγένετο επί σε εν ημέρα οργής 25ης οι αφηγούμενοι εν μέσω αυτής ως λέοντες ωρυόμενοι αρπάζοντες αρπάγματα ψυχάς κατεσθίοντες εν δυναστεία και τιμάς λαμβάνοντες και αι χήραί σου επληθύνθησαν εν μέσω σου 26και οι ιερείς αυτής ηθέτησαν τον νόμον μου και εβεβήλουν τα άγιά μου αναμέσον αγίου και βεβήλου ου διέστελλον και αναμέσον ακαθάρτου και του καθαρού ου διέστελλον και από των σαββάτων μου παρεκάλυπτον τους οφθαλμούς αυτών και εβεβηλούμην εν μέσω αυτών 27οι άρχοντες αυτής εν μέσω αυτής ως λύκοι αρπάζοντες αρπάγματα του εκχέαι αίμα του απολέσαι ψυχάς όπως πλεονεξία πλεονεκτώσι 28και οι προφήται αυτής αλείφοντες αυτούς πεσούνται ορώντες μάταια μαντευόμενοι ψευδή λέγοντες τάδε λέγει Αδωναϊ κύριος και κύριος ου λελάληκε 29τον λαόν της γης εκπιέζουντες αδικίαν και διαρπάζοντες αρπάγματα πτωχόν και πένητα καταδυναστεύοντες και προς τον προσήλυτον ουκ αναστρεφόμενοι μετά κρίματος 30και εζήτουν εξ αυτών άνδρα αναστρεφόμενον ορθώς και εστώτα προ προσώπου μου ολοσχερώς εν τω καιρώ της οργής του μη εις τέλος εξαλείψαι αυτήν και ουχ εύρον 31και εξέχεα επ΄ αυτήν τον θυμόν μου εν πυρί οργής μου του συντελέσαι τας οδούς αυτών εις κεφαλάς αυτών δέδωκα λέγει Αδωναϊ κύριος
Copyright information for ABPGRK