Ezekiel 35

CHAPTER 35

The Prophecy against Mount Seir

1και εγένετο λόγος κυρίου προς με λέγων 2υιέ ανθρώπου επίστρεψον το πρόσωπόν σου επ΄ όρος Σηείρ και προφήτευσον επ αυτώ 3και ειπέ αυτώ τάδε λέγει κύριος κύριος ιδού εγώ επί σε όρος Σηείρ και εκτενώ την χείρά μου επί σε και δώσω σε εις έρημον και ερημωθήση 4και ταις πόλεσί σου ερημίαν ποιήσω και συ έρημος έση και γνώση ότι εγώ ειμι κύριος 5αντί του γενέσθαι σε έχθραν αιώνιαν και ενεκάθισας τω οίκω Ισραήλ εν δόλω εν χειρί εχθρών μαχαίρα εν καιρώ αδικίας επ΄ εσχάτων 6διά τούτο ζω εγώ λέγει κύριος κύριος ει μεν εις αίμα ήμαρτες και αίμα διωξεταί σε και αίμα εμίσησας και αίμα διώξεταί σε 7και δώσω το όρος Σηείρ εις έρημον και ηρημωμένον και απολώ απ΄ αυτού ανθρώπους και κτήνη 8και εμπλήσω των τραυματιών βουνούς σου και τας φάραγγάς σου και εν πάσι τοις πεδίοις σου τετραυματισμένοι μαχαίρα πεσούνται εν σοι 9ερημίαν αιώνιον θήσομαί σε και αι πόλεις σου ου μη κατοικηθήσονται έτι και γνώση ότι εγώ ειμι κύριος 10διά το ειπείν σε τα δύο έθνη και αι δύο χώραι εμαί έσονται και κληρονομήσω αυτάς και κύριός εστιν εκεί 11διά τούτο ζω εγώ λέγει κύριος και ποιήσω σοι κατά την έχθραν σου και κατά τον ζήλόν σου ον εποίησας εν τω μισήσαί σε αυτούς και γνωσθήσομαί σοι ηνίκα αν κρινώ σε 12και γνώση ότι εγώ ειμι κύριος ήκουσα της φωνής των βλασφημιών σου ότι είπας τα όρη Ισραήλ έρημα ημίν δέδοται εις κατάβρωμα 13και εμεγαλορρημόνησας επ΄ εμέ τω στόματί σου και εφωνήσατε κατ΄ εμού τα ρήματα υμών εγώ ήκουσα 14τάδε λέγει κύριος εν τη ευφροσύνη πάσης της γης έρημον ποιήσω σε 15καθώς επευφράνθης τη κληρονομία οίκου Ισραήλ ότι ηφανίσθη ούτως ποιήσω σε εις ερημον έση όρος Σηείρ και πάσα η Ιδουμαία εξαναλωθήσεται και γνώση ότι εγώ ειμι κύριος ο θεός
Copyright information for ABPGRK