Ezekiel 36

CHAPTER 36

The Prophecy against the Mountains of Israel

1και συ υιέ ανθρώπου προφήτευσον επί τα όρη Ισραήλ και ειπέ τοις όρεσιν Ισραήλ ακούσατε λόγον κυρίου 2τάδε λέγει κύριος κύριος ανθ΄ ου είπεν υμάς ο εχθρός εύγε έρημα αιώνια εις κατάσχεσιν ημίν εγενήθη 3διά τούτο προφήτευσον και ειπέ τάδε λέγει κύριος κύριος αντί του ατιμασθήναι υμάς και μισηθήναι υμάς υπό των κύκλω υμών του είναι υμάς εις κατάσχεσιν τοις λοιποίς έθνεσι και ανέβητε λάλημα γλώσση και ονειδισμός έθνεσι 4διά τούτο όρη Ισραήλ ακούσατε λόγον κυρίου τάδε λέγει κύριος τοις όρεσι και τοις βουνοίς και τοις χειμάρροις και ταις φάραγξι και τοις εξηρημωμένοις και ηφανισμένοις και ταις πόλεσι ταις εγκαταλελειμμέναις και εγένοντο εις προνομήν και εις καταπάτημα τοις καταλειφθείσιν έθνεσι περικύκλω 5διά τούτο τάδε λέγει κύριος κύριος ημήν εν πυρί θυμού μου ελάλησα επί τα λοιπά έθνη και επί την Ιδουμαίαν πάσαν ότι έδωκαν την γην μου εαυτοίς εις κατάσχεσιν μετ΄ ευφροσύνης ατιμάσαντες ψυχάς του αφανίσαι εν προνομή 6διά τούτο προφήτευσον επί την γην του Ισραήλ και ειπέ τοις όρεσι και τοις βουνοίς και ταις φάραγξι και ταις νάπαις τάδε λέγει κύριος ιδού εγώ εν τω ζήλω μου και εν τω θυμώ μου ελάλησα αντί του ονειδισμού σου ον έθνη ήνεγκαν υμίν 7διά τούτο τάδε λέγει κύριος κύριος εγώ αρώ την χείρά μου επί τα έθνη τα περικύκλω υμών ούτοι την ατιμίαν αυτών λήψονται 8υμών δε όρη Ισραήλ την σταφυλήν και τον καρπόν υμών καταφάγεται λαός μου ότι ελπίζουσι του ελθείν 9ότι ιδού εγώ εφ΄ υμάς και επιβλέψω εφ΄ υμάς και κατεργασθήσεσθε και σπαρήσεσθε 10και πληθυνώ εφ΄ υμάς ανθρώπους παν οίκον Ισραήλ εις τέλος και κατοικηθήσονται αι πόλεις και η ηρημωμένη οικοδομηθήσεται 11και πληθυνώ εφ΄ υμάς ανθρώπους και κτήνη και πληθυνθήσονται και αυξηθήσονται και κατοικιώ υμάς ως το εν αρχή υμών και ευ ποιήσω υμάς ώσπερ τα έμπροσθεν υμών και γνώσεσθε ότι εγώ ειμι κύριος 12και γεννήσω εφ΄ υμάς ανθρώπους αντί του λαού μου Ισραήλ και κληρονομήσουσιν υμάς και έσεσθε αυτοίς εις κατάσχεσιν και ου μη προστεθήτε έτι ατεκνωθήναι απ΄ αυτών 13τάδε λέγει κύριος κύριος ανθ΄ ων είπάν σοι κατεσθίουσα ανθρώπους και ητεκνωμένη υπό του έθνους σου εγένου 14διά τούτο ανθρώπους ουκέτι φάγεσαι και το έθνος σου ουκ ατεκνώσεις έτι λέγει κύριος κύριος 15και ουκ ακουσθήσεται ουκέτι εφ΄ υμάς ατιμία εθνών και ονειδισμόν λαών ου μη ανενέγκητε έτι και το έθνος σου ουκ ατεκνωθήσεται έτι λέγει κύριος κύριος

The House of Israel Punished for Idolatry

16και εγένετο λόγος κυρίου προς με λέγων 17υιέ ανθρώπου οίκος Ισραήλ κατώκησεν επί της γης αυτών και εμίαναν αυτήν εν τη οδώ αυτών και εν ταις ακαθαρσίαις αυτών και κατά την ακαθαρσίαν της αποκαθημένης εγενήθε η οδος αυτών προ προσώπου μου 18και εξέχεα τον θυμόν μου επ΄ αυτούς αντί του αίματος ου εξέχεον επί την γην και εν τοις βδελύγμασιν αυτών εμόλυναν αυτήν 19και διέσπειρα αυτούς εις τα έθνη και ελίκμησα αυτούς εις τας χώρας κατά την οδόν αυτών και κατά την αμαρτίαν αυτών έκρινα αυτούς 20και εισήλθον εις τα έθνη ου εισήλθον εκεί και εβεβήλωσαν το όνομά μου το άγιον εν τω λέγεσθαι αυτούς λαός κυρίου ούτοι και εκ της γης αυτού εξεληλύθασι 21και εφεισάμην αυτών διά το όνομά μου το άγιον ο εβεβήλωσαν οίκος Ισραήλ εν τοις έθνεσιν ου εισήλθοσαν εκεί 22διά τούτο είπον τω οίκω Ισραήλ τάδε λέγει κύριος κύριος ουχ υμίν εγώ ποιώ οίκος Ισραήλ αλλά διά το όνομά μου το άγιον ο εβεβηλώσατε εν τοις έθνεσιν ου εισήλθετε εκεί 23και αγιάσω το όνομά μου το μέγα το βεβηλωθέν εν τοις έθνεσιν ο εβεβηλώσατε εν μέσω αυτών και γνώσονται τα έθνη ότι εγώ ειμι κύριος λέγει κύριος κύριος εν τω αγιασθήναί με εν υμίν κατ΄ οφθαλμούς αυτών 24και λήψομαι υμάς εκ των εθνών και αθροίσω υμάς εκ πασών των γαιών και εισάξω υμάς εις την γην υμών 25και ρανώ εφ΄ υμάς καθαρόν ύδωρ και καθαρισθήσεσθε από πασών των ακαθαρσιών υμών και από πάντων των ειδώλων υμών καθαριώ υμάς

The Promise of a New Heart and Spirit

26και δώσω υμίν καρδίαν καινήν και πνεύμα καινόν δώσω εν υμίν και αφελώ την καρδίαν την λιθίνην εκ της σαρκός υμών και δώσω υμίν καρδίαν σαρκίνην 27και το πνεύμά μου δώσω εν υμίν και ποιήσω ίνα εν τοις δικαιώμασί μου πορεύησθε και τα κρίματά μου φυλάξησθε και ποιήσητε αυτά 28και κατοικήσετε επί της γης ης έδωκα τοις πατράσιν υμών και έσεσθέ μοι εις λαόν και εγώ έσομαι υμίν εις θεόν 29και σώσω υμάς εκ πασών των ακαθαρσιών υμών και καλέσω τον σίτον και πληθυνώ αυτόν και ου δώσω εφ΄ υμάς λιμόν 30και πληθυνώ τον καρπόν του ξύλου και τα γεννήματα του αγρού όπως αν μη λάβητε έτι ονειδισμόν λιμού εν τοις έθνεσι 31και μνησθήσεσθε τας οδούς υμών τας πονηράς και τα επιτηδεύματα υμών τα μη αγαθά και προσοχθιείτε κατά πρόσωπον αυτών εν ταις ανομίαις υμών και επί τοις βδελύγμασιν υμών 32ου δι΄ υμάς εγώ ποιώ λέγει κύριος κύριος γνωστόν εστιν υμίν αισχύνθητε και εντράπητε εκ των οδών υμών οίκος Ισραήλ 33τάδε λέγει κύριος κύριος εν ημέρα η καθαριώ υμάς εκ πασών ανομιών υμών και κατοικιώ τας πόλεις και οικοδομηθήσονται έρημοι 34και η γη ηφανισμένη εργασθήσεται ανθ΄ ων ότι ηφανισμένη κατ΄ οφθαλμούς παντός παροδεύοντος 35και ερούσιν η γη εκείνη η ηφανισμένη εγενήθη ως κήπος τρυφής και αι πόλεις αι έρημοι και ηφανισμέναι και κατεσκαμμέναι οχυραί εκάθισαν 36και γνώσονται τα έθνη όσα αν καταλειφθώσι κύκλω υμών ότι εγώ κύριος ωκοδόμησα τας καθηρημένας και κατεφύτευσα τας ηφανισμένας ότι εγώ κύριος ελάλησα και ποιήσω 37τάδε λέγει κύριος κύριος έτι τούτο ζητηθήσομαι τω οίκω Ισραήλ του ποιήσαι αυτούς πληθυνώ αυτούς ως πρόβατα ανθρώπους 38ως πρόβατα άγια ως πρόβατα Ιερουσαλήμ εν ταις εορταίς αυτής ούτως έσονται αι πόλεις έρημοι πλήρεις προβάτων ανθρώπων και γνώσονται ότι εγώ κύριος
Copyright information for ABPGRK