Ezekiel 44

CHAPTER 44

The East Gate and the Leader

1και επέστρεψέ με κατά την οδόν της πύλης των αγίων της εξωτέρας της βλεπούσης κατά ανατολάς και αύτη ην κεκλεισμένη 2και είπε κύριος προς με η πύλη αύτη κεκλεισμένη έσται ουκ ανοιχθήσεται και ουδείς διέλθη δι΄ αυτής ότι κύριος ο θεός Ισραήλ διελεύσεται δι΄ αυτής και έσται κεκλεισμένη 3διότι ο ηγούμενος ούτος καθήσεται εν αυτή του φαγείν άρτον ενώπιον του κυρίου κατά την οδόν αιλάμ της πύλης εισελεύσεται και κατά την οδόν αυτού εξελεύσεται

Entrance to the House

4και εισήγαγέ με κατά την οδόν της πύλης της προς βορράν κατέναντι του οίκου και ίδον και ιδού πλήρης δόξης ο οίκος του κυρίου και πίπτω επί πρόσωπόν μου 5και είπε κύριος προς με υιέ ανθρώπου τάξαι επί την καρδίαν σου και ίδε τοις οφθαλμοίς σου και τοις ωσί σου άκουε πάντα όσα εγώ προς σε λαλώ κατά πάντα τα προστάγματα του οίκου κυρίου και πάντα τα νόμιμα αυτού και τάξεις την καρδίαν σου εις την εισοδον του οίκου κατά πάσας τας εξόδους αυτού εν πάσι τοις αγίοις 6και ερείς προς τον παραπικραίνοντα προς τον οίκον Ισραήλ τάδε λέγει κύριος κύριος ικανούσθω υμίν από πασών ανομιών υμών οίκος Ισραήλ 7του εισαγαγείν υμάς υιούς αλλογενείς απεριτμήτους καρδία και απεριτμήτους σαρκί του γίνεσθαι εν τοις αγίος μου και βεβηλούν αυτά εν τω προσφέρειν υμάς άρτους μου και στέαρ και αίμα και παρεβαίνετε την διαθήκην μου εν πάσαις ταις ανομίαις υμών 8και ουκ εφυλάξατε τα προστάγματα του αγιάσματός μου και διετάξατε του φυλάσσειν φυλακάς εν τοις άγιοις μου υμίν 9διά τούτο τάδε λέγει κύριος ο θεός πας υιός αλλογενής απερίτμητος καρδία και απερίτμητος σαρκί ουκ εισελεύσεται εις τα άγιά μου από πάντων αλλογενών εν μέσω οίκου Ισραήλ

The Laws Governing the Levites

10αλλ΄ η οι Λευίται οίτινες αφείηλαντο απ΄ εμού εν τω πλανάσθαι τον Ισραήλ απ΄ εμού κατόπισθεν των ενθυμημάτων αυτών και λήψονται αδικίαν αυτών 11και έσονται εν τοις αγίοις μου λειτουργούντες θυρωροί επί των πυλών του οίκου και λειτουργούντες εν τω οίκω ούτοι σφάξουσι τα ολοκαυτώματα και τας θυσίας τω λαώ και ούτοι στήσονται εναντίον του λαού του λειτουργείν αυτοίς 12ανθ΄ ων ελειτούργουν αυτοίς προ προσώπου των ειδώλων αυτών και εγένετο τω οίκω Ισραήλ εις κόλασιν αδικίας ένεκα τούτου ήρα την χείρά μου επ΄ αυτούς λέγει κύριος κύριος 13και λήψονται την ανομίαν αυτών και ουκ εγγιούσι προς με του ιερατεύειν μοι ουδέ του προσάγειν προς πάντα τα άγια των αγίων και λήψονται ατιμίαν αυτών εν τη πλανήσει η επλανήθησαν 14και τάξω αυτούς φυλάσσειν φυλακάς του οίκου εις πάντα τα έργα αυτού και εις πάντα όσα αν ποιήσωσιν

The Sons of Zadok

15οι ιερείς οι Λευίται οι υιοί του Σαδδούκ οι εφύλαξαν φυλακάς των αγίων μου εν τω πλανάσθαι τον οίκον Ισραήλ απ΄ εμού ούτοι προσάξουσι προς με του λειτουργείν μοι και στήσονται προ προσώπου μου του προσφέρειν μοι στέαρ και αίμα λέγει κύριος κύριος 16ούτοι εισελεύσονται εις τα άγιά μου και ούτοι προσελεύσονται προς την τράπεζάν μου του λειτουργείν μοι και φυλάξουσι τας φυλακάς μου 17και έσονται εν τω εισπορεύεσθαι αυτούς εις τας πύλας της αυλής της εσωτέρας στολάς λινάς ενδύσονται και ουκ ενδύσονται έρια εν τω λειτουργείν αυτούς από της πύλης της εσωτέρας αυλής 18και κιδάρεις λινάς έξουσιν επί των κεφαλών αυτών και περισκέλη λινά έξουσιν επί τας οσφύας αυτών και ου περιζώσονται βία 19και εν τω εκπορεύεσθαι αυτούς εις την αυλήν την εξωτέραν προς τον λαόν εκδύσονται τας στολάς αυτών εν αις λειτουργούσιν εν αυταίς και θήσουσιν αυτάς εν ταις εξέδραις των αγίων και ενδύσονται στολάς ετέρας και ου μη αγιάσωσι τον λαόν εν ταις στολαίς αυτών 20και τας κεφαλάς αυτών ου ξυρήσονται και τας κόμας αυτών ου ψιλώσουσι καλύπτοντες καλύψουσι τας κεφαλάς αυτών 21και οίνον ου μη πίωσι πας ιερεύς εν τω εισπορεύεσθαι αυτούς εις την αυλήν την εσωτέραν 22και χήραν και εκβεβλημένην ου λήψονται εαυτοίς εις γυναίκα αλλ΄ η παρθένον εκ του σπέρματος οίκου Ισραήλ και εάν γένηται χήρα εξ ιερέως λήψονται 23και τον λαόν μου διδάξουσιν αναμέσον αγίου και βεβήλου και αναμέσον ακαθάρτου και καθαρού γνωριούσιν αυτοίς 24και επί κρίσιν αίματος ούτοι επιστήσονται του διακρίνειν τα δικαιώματά μου δικαιώσουσι και τα κρίματά μου κρινούσι και τα νόμιμά μου και τα προστάγματά μου εν πάσαις ταις εορταίς μου φυλάξονται και τα σάββατά μου αγιάσουσι 25και επί ψυχήν ανθρώπου ουκ εισελεύσονται του μιανθήναι αλλ΄ η επί πατρί και επί μητρί και επί υιώ και επί θυγατρί και επ΄ αδελφώ και επ΄ αδελφή αυτού η ου γέγονεν ανδρί μιανθήσεται 26και μετά το καθαρισθήναι αυτόν επτά ημέρας εξαριθμήση αυτώ 27και η αν ημέρα εισπορεύωνται εις την αυλήν την εσωτέραν του λειτουργείν εν τω αγίω προσοίσει ιλασμόν λέγει κύριος ο θεός 28και έσται αυτοίς εις κληρονομίαν εγώ κληρονομία αυτοίς και κατάσχεσις ου δοθήσεται αυτοίς εν τοις υιοίς Ισραήλ εγώ κατάσχεσις αυτών 29και τας θυσίας και τα υπέρ αμαρτίας και τα υπέρ αγνοίας ούτοι φάγονται και παν αφόρισμα εν τω Ισραήλ αυτοίς έσται 30και αι απαρχαί πάντων και τα πρωτότοκα πάντων και τα αφαιρέματα πάντα εκ πάντων των απαρχών υμών τοις ιερεύσιν έσται και τα πρωτογεννήματα υμών δώσετε τω ιερεί του θείναι ευλογίας επί τους οίκους υμών 31και παν θνησιμαίον και θηριάλωτον εκ των πετεινών και εκ των κτηνών ου φάγονται οι ιερείς
Copyright information for ABPGRK