Ezra 2

CHAPTER 2

The Captivity Returns to Jerusalem

1και ούτοι οι υιοί της χώρας οι αναβαίνοντες από της αιχμαλωσίας της αποικίας ης απώκισε Ναβουχοδονόσορ ο βασιλεύς Βαβυλώνος εις Βαβυλώνα και επέστρεψαν εις Ιερουσαλήμ και Ιούδαν ανήρ εις την πόλιν αυτού 2οι ήλθον μετά Ζοροβαβέλ Ιησούς Νεεμίας Σαραϊας Ρεελίας Μαρδοχαίος Βαλασάν Μάσφαρ Βαγουέ Ρεούμ Βαανά αριθμός ανδρών λαού Ισραήλ 3υιοί Φόρος δισχίλιοι εκατόν εβδομηκονταδύο 4υιοί Σαφατία τριακόσιοι εβδομηκονταδύο 5υιοί Αρές επτακόσιοι εβδομηκονταπέντε 6υιοί Φαάθ-μωάβ τοις υιοίς Ιησουέ Ιωάβ δισχιλίοι οκτακόσιοι και δώδεκα 7υιοί Ελάμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες 8υιοί Ζαθουά εννακόσιοι τεσσαρακονταπέντε 9υιοί Ζακχαϊα επτακόσιοι εξήκοντα 10υιοί Βανέα εξακόσιοι τεσσαρακονταδύο 11υιοί Βαβαϊ εξακόσιοι εικοσιτρείς 12υιοί Αζιγάδ χίλιοι διακόσιοι εικοσιδύο 13υιοί Αδονικάμ εξακόσιοι εξηκονταέξ 14υιοί Βαγουέ δισχίλιοι πεντηκονταέξ 15υιοί Αδδίν τετρακόσιοι πεντηκοντατέσσαρες 16υιοί Ατήρ τω Εζεκία εννενηκονταοκτώ 17υιοί Βασσού τριακόσιοι εικοσιτρείς 18υιοί Ιωρά εκατόν δώδεκα 19υιοί Ασούμ διακόσιοι εικοσιτρείς 20υιοί Γαβέρ εννενηκονταπέντε 21υιοί Βεθλεέμ εκατόν εικοσιτρείς 22υιοί Νετωφάθ πεντηκονταέξ 23υιοί Αναθώθ εκατόν εικοσιοκτώ 24υιοί Ασμώθ τεσσαρακονταδύο 25υιοί Καριαθιαρίμ Χαφηρά και Βηρώθ επτακόσιοι τεσσαρακοντατρείς 26υιοί της Ραμά και Γαβαά εξακόσιοι εικοσιείς 27άνδρες Μαχμάς εκατόν εικοσιδύο 28άνδρες Βαιθήλ και Αϊ διακόσιοι εικοσιτρείς 29υιοί Ναβώ πεντηκονταδύο 30υιοί Μαγβείς εκατόν πεντηκονταέξ 31υιοί Ηλάμ ετέρου χίλιοι διακόσιοι πεντηκοντατέσσαρες 32υιοί Ηράμ τριακόσιοι είκοσιν 33υιοί Λοδ Αδίδ και Ωνώ επτακόσιοι εικοσιπέντε 34υιοί Ιεριχώ τριακόσιοι τεσσαρακονταπέντε 35υιοί Σεναά τρισχίλιοι εξακόσιοι τριάκοντα 36και οι ιερείς υιοί Ιεδούα τω οίκω Ιησού εννακόσιοι εβδομηκοντατρείς 37υιοί Εμμήρ χίλιοι πεντηκονταδύο 38υιοί Φασούρ χίλιοι διακόσιοι τεσσαρακονταεπτά 39υιοί Χαρίμ χίλιοι δεκαεπτά 40και οι Λευίται υιοί Ιησού και Καδμιήλ τοις υιοίς Ωδουϊα εβδομηκοντατέσσαρες 41οι άδοντες υιοί Ασάφ εκατόν εικοσιοκτώ 42υιοί των πυλωρών υιοί Σελλούμ υιοί Ατήρ υιοί Τελμών υιοί Ακούβ υιοί Ατιτά υιοί Σωβαϊ οι πάντες εκατόν τριακονταεννέα 43οι Ναθιναίοι υιοί Σουαά υιοί Ασουφάτ υιοί Ταβαώθ 44υιοί Κορές υιοί Σιαά υιοί Φαδών 45υιοί Βαλανά υιοί Αγαβά υιοί Ακούβ 46υιοί Αγάβ υιοί Σελλαμί υιοί Αννάν 47υιοί Γεδδήλ υιοί Γαήρ υιοί Ραϊα 48υιοί Ρασών υιοί Νεκωδά υιοί Γαζάμ 49υιοί Αζά υιοί Φασί υιοί Βασί 50υιοί Ασενά υιοί Μοουνίμ υιοί Νεφουσείμ 51υιοί Βαγβούκ υιοί Ακουφά υιοί Αρούρ 52υιοί Βασαλώθ υιοί Μεϊδά υιοί Αρσά 53υιοί Βαρκός υιοί Σισάρα υιοί Θαιμά 54υιοί Νεσία υιοί Ατιφά 55υιοί των δούλων Σολομών υιοί Σωταϊ υιοί Σεφηρά υιοί Φαρουδά 56υιοί Ιελά υιοί Δερκών υιοί Γεδδήλ 57υιοί Σαφατία υιοί Αττήλ υιοί Φαχεράθ υιοί Ασεβωείμ υιοί Ημεϊ 58πάντες οι Ναθανίμ και υιοί δούλων Σολομώντος τριακόσιοι εννενηκονταδύο 59και ούτοι οι αναβάντες από Θελμελέχ Θελαρησά Χερούβ Ηδάν Εμμήρ και ουκ ηδυνήθησαν του αναγγείλαι οίκον πατριάς αυτών και σπέρμα αυτών ει εξ Ισραήλ εισιν 60υιοί Δαλαϊα υιοί Τωβίου υιόν Νεκωδά εξακόσιοι πεντηκονταδύο 61και από των υιών των ιερέων υιοί Οβαϊα υιοί Ακκούς υιοί Βερζελλαϊ ος έλαβεν από των θυγατέρων Βερζελλαϊ του Γαλααδίτου γυναίκα και εκλήθη επί τω ονόματι αυτών 62ούτοι ων εζήτησαν την γραφήν αυτών οι γενεαλογούντες και ουχ ευρέθησαν και εξώσθησαν από της ιερατείας 63και είπεν Αθερσασθά αυτοίς του μη φαγείν από του αγίου των αγίων έως αναστή ιερεύς τοις φωτίζουσι και τοις τελείοις 64πάσα δε η εκκλησία ομού ωσεί τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι εξήκοντα 65χωρίς δούλων αυτών και παιδισκών αυτών ούτοι επτακισχίλιοι τριακόσιοι τριακονταεπτά και αυτοίς άδοντες και άδουσαι διακόσιοι 66ίπποι αυτών επτακόσιοι τριακονταέξ ημίονοι αυτών διακόσιοι τεσσαρακονταπέντε 67κάμηλοι αυτών τετρακόσιοι τριακονταπέντε όνοι αυτών εξακισχίλιοι επτακόσιοι είκοσι 68και από των αρχόντων των πατριών εν τω εισελθείν αυτούς εις τον οίκον κυρίου τον εν Ιερουσαλήμ ηκουσιάσαντο εις οίκον του θεού του στήσαι αυτόν επί την ετοιμασίαν αυτού 69ως η δύναμις αυτών έδωκαν εις θησαυρόν του έργου χρυσίου δραχμών εξ μυριάδες και χιλίας και αργυρίου μνας πεντακισχιλίας και χιτώνας των ιερέων εκατόν 70και εκάθισαν οι ιερείς και οι Λευίται και οι από του λαού και οι άδοντες και οι πυλωροί και οι Ναθανίμ εν ταις πόλεσιν αυτών και πας Ισραήλ εν πόλεσιν αυτών
Copyright information for ABPGRK