Galatians 2

CHAPTER 2

Paul Recounts His Ministry

1έπειτα διά δεκατεσσάρων ετών πάλιν ανέβην εις Ιεροσόλυμα μετά Βαρνάβα συμπαραλαβών και Τίτον 2ανέβην δε κατά αποκάλυψιν και ανεθέμην αυτοίς το ευαγγέλιον ο κηρύσσω εν τοις έθνεσι κατ΄ ιδίαν δε τοις δοκούσι μη πως εις κενόν τρέχω η έδραμον 3αλλ΄ ουδέ Τίτος ο συν εμοί Έλλην ων ηναγκάσθη περιτμηθήναι 4διά δε τους παρεισάκτους ψευδαδελφούς οίτινες παρεισήλθον κατασκοπήσαι την ελευθερίαν ημών ην έχομεν εν χριστώ Ιησού ίνα ημάς καταδουλώσωνται 5οις ουδέ προς ώραν είξαμεν τη υποταγή ίνα η αλήθεια του ευαγγελίου διαμείνη προς υμάς 6από δε των δοκούντων είναί τι οποίοί ποτε ήσαν ουδέν μοι διαφέρει πρόσωπον θεός ανθρώπου ου λαμβάνει εμοί γαρ οι δοκούντες ουδέν προσανέθεντο 7αλλά τουναντίον ιδόντες ότι πεπίστευμαι το ευαγγέλιον της ακροβυστίας καθώς Πέτρος της περιτομής 8ο γαρ ενεργήσας Πέτρω εις αποστολήν της περιτομής ενήργησε και εμοί εις τα έθνη 9και γνόντες την χάριν την δοθείσάν μοι Ιάκωβος και Κήφας και Ιωάννης οι δοκούντες στύλοι είναι δεξιάς έδωκαν εμοί και Βαρνάβα κοινωνίας ίνα ημείς εις τα έθνη αυτοί δε εις την περιτομήν 10μόνον των πτωχών ίνα μνημονεύωμεν ο και εσπούδασα αυτό τούτο ποιήσαι

Paul Confronts Peter's Hypocrisy

11ότε δε ήλθε Πέτρος εις Αντιόχειαν κατά πρόσωπον αυτώ αντέστην ότι κατεγνωσμένος ην 12προ του γαρ ελθείν τινάς από Ιακώβου μετά των εθνών συνήσθιεν ότε δε ήλθον υπέστελλε και αφώριζεν εαυτόν φοβούμενος τους εκ περιτομής 13και συνυπεκρίθησαν αυτώ και οι λοιποί Ιουδαίοι ώστε και Βαρνάβας συναπήχθη αυτών τη υποκρίσει 14αλλ΄ ότε είδον ότι ουκ ορθοποδούσι προς την αλήθειαν του ευαγγελίου είπον τω Πέτρω έμπροσθεν πάντων ει συ Ιουδαίος υπάρχων εθνικώς ζης και ουκ Ιουδαϊκώς τι τα έθνη αναγκάζεις Ιουδαϊζειν 15ημείς φύσει Ιουδαίοι και ουκ εξ εθνών αμαρτωλοί 16ειδότες δε ότι ου δικαιούται άνθρωπος εξ έργων νόμου εάν μη διά πίστεως Ιησού χριστού και ημείς εις χριστόν Ιησούν επιστεύσαμεν ίνα δικαιωθώμεν εκ πίστεως χριστού και ουκ εξ έργων νόμου διότι ου δικαιωθήσεται εξ έργων νόμου πάσα σάρξ 17ει δε ζητούντες δικαιωθήναι εν χριστώ ευρέθημεν και αυτοί αμαρτωλοί άρα χριστός αμαρτίας διάκονος μη γένοιτο 18ει γαρ α κατέλυσα ταύτα πάλιν οικοδομώ παραβάτην εμαυτόν συνίστημι 19εγώ γαρ διά νόμου νόμω απέθανον ίνα θεώ ζήσω 20χριστώ συνεσταύρωμαι ζω δε ουκέτι εγώ ζη δε εν εμοί χριστός ο δε νυν ζω εν σαρκί εν πίστει ζω τη του υιού του θεού του αγαπήσαντός με και παραδόντος εαυτόν υπέρ εμού 21ουκ αθετώ την χάριν του θεού ει γαρ διά νόμου δικαιοσύνη άρα χριστός δωρεάν απέθανεν
Copyright information for ABPGRK