Galatians 3

CHAPTER 3

Sons of Abraham are of Belief

ω ανόητοι Γάλαται τις υμάς εβάσκανε τη αληθεία μη πείθεσθαι οις κατ΄ οφθαλμούς Ιησούς χριστός προεγράφη εν υμίν εσταυρωμένος τούτο μόνον θέλω μαθείν αφ΄ υμών εξ έργων νόμου το πνεύμα ελάβετε η εξ ακοής πίστεως ούτως ανόητοί εστε εναρξάμενοι πνεύματι νυν σαρκί επιτελείσθε τοσαύτα επάθετε εική ει γε και εική ο ούν επιχορηγών υμίν το πνεύμα και ενεργών δυνάμεις εν υμίν εξ έργων νόμου η εξ ακοής πίστεως καθώς Αβραάμ επίστευσε τω θεώ και ελογίσθη αυτώ εις δικαιοσύνην γινώσκετε άρα ότι οι εκ πίστεως ούτοί εισιν υιοί Αβραάμ προϊδούσα δε η γραφή ότι εκ πίστεως δικαιοί τα έθνη ο θεός προευηγγελίσατο τω Αβραάμ ότι ευλογηθήσονται εν σοι πάντα τα έθνη ώστε οι εκ πίστεως ευλογούνται συν τω πιστώ Αβραάμ 10 όσοι γαρ εξ έργων νόμου εισίν υπό κατάραν εισί γέγραπται γαρ επικατάρατος πας ος ουκ εμμένει εν πάσι τοις γεγραμμένοις εν τω βιβλίω του νομου του ποιήσαι αυτά

The Just shall Live of Belief

11 ότι δε εν νόμω ουδείς δικαιούται παρά τω θεώ δήλον ότι ο δίκαιος εκ πίστεως ζήσεται 12 ο δε νόμος ουκ έστιν εκ πίστεως αλλ΄ ο ποιήσας αυτά άνθρωπος ζήσεται εν αυτοίς 13 χριστός ημάς εξηγόρασεν εκ της κατάρας του νόμου γενόμενος υπέρ ημών κατάρα γέγραπται γαρ επικατάρατος πας ο κρεμάμενος επί ξύλου 14 ίνα εις τα έθνη η ευλογία του Αβραάμ γένηται εν χριστώ Ιησού ίνα την επαγγελίαν του πνεύματος λάβωμεν διά της πίστεως 15 αδελφοί κατά άνθρωπον λέγω όμως ανθρώπου κεκυρωμένην διαθήκην ουδείς αθετεί η επιδιατάσσεται 16 τω δε Αβραάμ ερρέθησαν αι επαγγελίαι και τω σπέρματι αυτού ου λέγει και τοις σπέρμασιν ως επί πολλών αλλ΄ ως εφ΄ ενός και τω σπέρματί σου ος εστι χριστός 17 τούτο δε λέγω διαθήκην προκεκυρωμένην υπό του θεού εις χριστού ο μετά έτη τετρακόσια και τριάκοντα γεγονώς νόμος ουκ ακυροί εις το καταργήσαι την επαγγελίαν 18 ει γαρ εκ νόμου η κληρονομία ουκέτι εξ επαγγελίας τω δε Αβραάμ δι΄ επαγγελίας κεχάρισται ο θεός

The Purpose of the Law

19 τι ούν ο νόμος των παραβάσεων χάριν προσετέθη άχρις ου έλθη το σπέρμα ω επήγγελται διαταγείς δι΄ αγγέλων εν χειρί μεσίτου 20 ο δε μεσίτης ενός ουκ έστιν ο δε θεός εις εστιν 21 ο ουν νόμος κατά των επαγγελιών του θεού μη γένοιτο ει γαρ εδόθη νόμος ο δυνάμενος ζωοποιήσαι όντως αν εκ νόμου ην η δικαιοσύνη 22 αλλά συνέκλεισεν η γραφή τα πάντα υπό αμαρτίαν ίνα η επαγγελία εκ πίστεως Ιησού χριστού δοθή τοις πιστεύουσι 23 προ του δε ελθείν την πίστιν υπό νόμον εφρουρούμεθα συγκεκλεισμένοι εις την μέλλουσαν πίστιν αποκαλυφθήναι 24 ώστε ο νόμος παιδαγωγός ημών γέγονεν εις χριστόν ίνα εκ πίστεως δικαιωθώμεν 25 ελθούσης δε της πίστεως ουκέτι υπό παιδαγωγόν εσμεν 26 πάντες γαρ υιοί θεού εστέ διά της πίστεως εν χριστώ Ιησού 27 όσοι γαρ εβαπτίσθητε χριστόν ενεδύσασθε 28 ουκ ένι Ιουδαίος ουδέ Έλλην ουκ ένι δούλος ουδέ ελεύθερος ουκ ένι άρσεν και θήλυ πάντες γαρ υμείς εις εστέ εν χριστώ Ιησού 29 ει δε υμείς χριστού άρα του Αβραάμ σπέρμα εστέ και κατ΄ επαγγελίαν κληρονόμοι
Copyright information for ABPGRK