Galatians 4

CHAPTER 4

Heirs of God Through Christ

1λέγω δε εφ΄ όσον χρόνον ο κληρονόμος νήπιός εστιν ουδέν διαφέρει δούλου κύριος πάντων ων 2αλλά υπό επιτρόπους εστί και οικονόμους άχρι της προθεσμίας του πατρός 3ούτως και ημείς ότε ήμεν νήπιοι υπό τα στοιχεία του κόσμου ήμεν δεδουλωμένοι 4ότε δε ήλθε το πλήρωμα του χρόνου εξαπέστειλεν ο θεός τον υιόν αυτού γενόμενον εκ γυναικός γενόμενον υπό νόμον 5ίνα τους υπό νόμον εξαγοράση ίνα την υιοθεσίαν απολάβωμεν 6ότι δε εστε υιοί εξαπέστειλεν ο θεός το πνεύμα του υιού αυτού εις τας καρδίας υμών κράζον αββά ο πατήρ 7ώστε ουκέτι ει δούλος αλλ΄ υιός ει δε υιός και κληρονόμος θεού διά χριστού 8αλλά τότε μεν ουκ ειδότες θεόν εδουλεύσατε τοις μη φύσει ούσι θεοίς 9νυν δε γνόντες θεόν μάλλον δε γνωσθέντες υπό θεού πως επιστρέφετε πάλιν επί τα ασθενή και πτωχά στοιχεία οις πάλιν άνωθεν δουλεύειν θέλετε 10ημέρας παρατηρείσθε και μήνας και καιρούς και ενιαυτούς 11φοβούμαι υμάς μη πως εική κεκοπίακα εις υμάς 12γίνεσθε ως εγώ ότι καγώ ως υμείς αδελφοί δέομαι υμών ουδέν με ηδικήσατε 13οίδατε δε ότι δι΄ ασθένειαν της σαρκός ευηγγελισάμην υμίν το πρότερον 14και τον πειρασμόν μου τον εν τη σαρκί μου ουκ εξουθενήσατε ουδέ εξεπτύσατε αλλ΄ ως άγγελον θεού εδέξασθέ με ως χριστόν Ιησούν

Paul's Relationship to the Galatians

15τις ούν ην ο μακαρισμός υμών μαρτυρώ γαρ υμίν ότι ει δυνατόν τους οφθαλμούς υμών εξορύξαντες αν εδώκατέ μοι 16ώστε εχθρός υμών γέγονα αληθεύων υμίν 17ζηλούσιν υμάς ου καλώς αλλά εκκλείσαι υμάς θέλουσιν ίνα αυτούς ζηλούτε 18καλόν δε το ζηλούσθαι εν καλώ πάντοτε και μη μόνον εν τω παρείναί με προς υμάς 19τεκνία μου ους πάλιν ωδίνω άχρις ου μορφωθή χριστός εν υμίν 20ήθελον δε παρείναι προς υμάς άρτι και αλλάξαι την φωνήν μου ότι απορούμαι εν υμίν 21λέγετέ μοι οι υπό νόμον θέλοντες είναι τον νόμον ουκ ακούετε 22γέγραπται γαρ ότι Αβραάμ δύο υιούς έσχεν ένα εκ της παιδίσκης και ένα εκ της ελευθέρας 23αλλ΄ ο μεν εκ της παιδίσκης κατά σάρκα γεγέννηται ο δε εκ της ελευθέρας διά της επαγγελίας 24άτινά εστιν αλληγορούμενα αύται γαρ εισιν αι δύο διαθήκαι μία μεν από όρους Σινά εις δουλείαν γεννώσα ήτις εστίν Αγάρ 25το γαρ Αγάρ Σινά όρος εστίν εν τη Αραβία συστοιχεί δε τη νυν Ιερουσαλήμ δουλεύει δε μετά των τέκνων αυτής 26η δε άνω Ιερουσαλήμ ελευθέρα εστίν ήτις εστί μήτηρ πάντων ημών 27γέγραπται γαρ ευφράνθητι στείρα η ου τίκτουσα ρήξον και βόησον η ουκ ωδίνουσα ότι πολλά τα τέκνα της ερήμου μάλλον η της εχούσης τον άνδρα 28ημείς δε αδελφοί κατά Ισαάκ επαγγελίας τέκνα εσμέν 29αλλ΄ ώσπερ τότε ο κατά σάρκα γεννηθείς εδίωκε τον κατά πνεύμα ούτως και νυν 30αλλά τι λέγει η γραφή έκβαλε την παιδίσκην και τον υιόν αυτής ου γαρ μη κληρονομήσει ο υιός της παιδίσκης μετά του υιού της ελευθέρας 31άρα αδελφοί ουκ εσμέν παιδίσκης τέκνα αλλά της ελευθέρας
Copyright information for ABPGRK