Galatians 5

CHAPTER 5

The Freedom of Christ

τη ελευθερία ούν η χριστός ημάς ηλευθέρωσεν στήκετε και μη πάλιν ζυγώ δουλείας ενέχεσθε ίδε εγώ Παύλος λέγω υμίν ότι εάν περιτέμνησθε χριστός υμάς ουδέν ωφελήσει μαρτύρομαι δε πάλιν παντί ανθρώπω περιτεμνομένω ότι οφειλέτης εστίν όλον τον νόμον ποιήσαι κατηργήθητε από του χριστού οίτινες εν νόμω δικαιούσθε της χάριτος εξεπέσατε ημείς γαρ πνεύματι εκ πίστεως ελπίδα δικαιοσύνης απεκδεχόμεθα εν γαρ χριστώ Ιησού ούτε περιτομή τι ισχύει ούτε ακροβυστία αλλά πίστις δι΄ αγάπης ενεργουμένη ετρέχετε καλώς τις υμάς ανέκοψε τη αληθεία μη πείθεσθαι η πεισμονή ουκ εκ του καλούντος υμάς μικρά ζύμη όλον το φύραμα ζυμοί 10 εγώ πέποιθα εις υμάς εν κυρίω ότι ουδέν άλλο φρονήσετε ο δε ταράσσων υμάς βαστάσει το κρίμα όστις αν η

The Fruit of The Spirit

11 εγώ δε αδελφοί ει περιτομήν έτι κηρύσσω τι έτι διώκομαι άρα κατήργηται το σκάνδαλον του σταυρού 12 όφελον και αποκόψονται οι αναστατούντες υμάς 13 υμείς γαρ επ΄ ελευθερία εκληθητε αδελφοί μόνον μη την ελευθερίαν εις αφορμήν τη σαρκί αλλά διά της αγάπης δουλεύετε αλλήλοις 14 ο γαρ πας νόμος εν ενί λόγω πληρούται εν τω αγαπήσεις τον πλησίον σου ως εαυτόν 15 ει δε αλλήλους δάκνετε και κατεσθίετε βλέπετε μη υπό αλλήλων αναλωθήτε 16 λέγω δε πνεύματι περιπατείτε και επιθυμίαν σαρκός ου μη τελέσητε 17 η γαρ σαρξ επιθυμεί κατά του πνεύματος το δε πνεύμα κατά της σαρκός ταύτα δε αντίκειται αλλήλοις ίνα μη α αν θέλητε ταύτα ποιήτε 18 ει δε πνεύματι άγεσθε ουκ εστέ υπό νόμον 19 φανερά δε εστι τα έργα της σαρκός άτινά εστι μοιχεία πορνεία ακαθαρσία ασέλγεια 20 ειδωλολατρία φαρμακεία έχθραι έρεις ζήλοι θυμοί εριθείαι διχοστασίαι αιρέσεις 21 φθόνοι φόνοι μέθαι κώμοι και τα όμοια τούτοις α προλέγω υμίν καθώς και προείπον ότι οι τα τοιαύτα πράσσοντες βασιλείαν θεού ου κληρονομήσουσιν 22 ο δε καρπός του πνεύματός εστιν αγάπη χαρά ειρήνη μακροθυμία χρηστότης αγαθωσύνη πίστις 23 πραότης εγκράτεια κατά των τοιούτων ουκ έστι νόμος 24 οι δε του χριστού την σάρκα εσταύρωσαν συν τοις παθήμασι και ταις επιθυμίαις 25 ει ζώμεν πνεύματι πνεύματι και στοιχώμεν 26 μη γινώμεθα κενόδοξοι αλλήλους προκαλούμενοι αλλήλοις φθονούντες
Copyright information for ABPGRK