Galatians 6

CHAPTER 6

Bear One Another's Loads

1αδελφοί εάν και προληφθή άνθρωπος εν τινι παραπτώματι υμείς οι πνευματικοί καταρτίζετε τον τοιούτον εν πνεύματι πραότητος σκοπών σεαυτόν μη και συ πειρασθής 2αλλήλων τα βάρη βαστάζετε και ούτως αναπληρώσατε τον νόμον του χριστού 3ει γαρ δοκεί τις είναί τι μηδέν ων εαυτόν φρεναπατά 4το δε έργον εαυτού δοκιμαζέτω έκαστος και τότε εις εαυτόν μόνον το καύχημα έξει και ουκ εις τον έτερον 5έκαστος γαρ το ίδιον φορτίον βαστάσει 6κοινωνείτω δε ο κατηχούμενος τον λόγον τω κατηχούντι εν πάσιν αγαθοίς

Sowing and Reaping

7μη πλανάσθε θεός ου μυκτηρίζεται ο γαρ εάν σπείρη άνθρωπος τούτο και θερίσει 8ότι ο σπείρων εις την σάρκα εαυτού εκ της σαρκός θερίσει φθοράν ο δε σπείρων εις το πνεύμα εκ του πνεύματος θερίσει ζωήν αιώνιον 9το δε καλόν ποιούντες μη εκκακώμεν καιρώ γαρ ιδίω θερίσομεν μη εκλυόμενοι 10άρα ούν ως καιρόν έχομεν εργαζώμεθα το αγαθόν προς πάντας μάλιστα δε προς τους οικείους της πίστεως

Boast Only in Christ

11ίδετε πηλίκοις υμίν γράμμασιν έγραψα τη εμή χειρί 12όσοι θέλουσιν ευπροσωπήσαι εν σαρκί ούτοι αναγκάζουσιν υμάς περιτέμνεσθαι μόνον ίνα μη τω σταυρώ του χριστού διώκωνται 13ουδέ γαρ οι περιτεμνομένοι αυτοί νόμον φυλάσσουσιν αλλά θέλουσιν υμάς περιτέμνεσθαι ίνα εν τη υμετέρα σαρκί καυχήσωνται 14εμοί δε μη γένοιτο καυχάσθαι ει μη εν τω σταυρώ του κυρίου ημών Ιησού χριστού δι΄ ου εμοί κόσμος εσταύρωται καγώ τω κόσμω 15εν γαρ χριστώ Ιησού ούτε περιτομή τι ισχύει ούτε ακροβυστία αλλά καινή κτίσις 16και όσοι τω κανόνι τούτω στοιχήσουσιν ειρήνη επ΄ αυτούς και έλεος και επί τον Ισραήλ του θεού 17του λοιπού κόπους μοι μηδείς παρεχέτω εγώ γαρ τα στίγματα του κυρίου Ιησού εν τω σώματί μου βαστάζω 18η χάρις του κυρίου ημών Ιησού χριστού μετά του πνεύματος υμών αδελφοί αμήν
Copyright information for ABPGRK