Genesis 15

CHAPTER 15

God Promises Offspring

μετα δε τα ρήματα ταύτα εγενήθη ρήμα κυρίου προς Άβραμ εν οράματι λέγων μη φοβού Άβραμ εγώ υπερασπίζω σου ο μισθός σου πολύς έσται σφόδρα λέγει δε Άβραμ δέσποτα κυριε τι μοι δώσεις εγώ δε απολύομαι άτεκνος ο δε υιός Μασέκ της οικογενούς μου ούτος Δαμασκός Ελιέζερ και είπεν Άβραμ επειδή εμοί ουκ έδωκας σπέρμα ο δε οικογενής μου κληρονομήσει με και ευθύς φωνή κυρίου εγένετο προς αυτόν λέγουσα ου κληρονομήσει σε ούτος αλλός εξελεύσεται εκ σου ούτος κληρονομήσει σε εξήγαγε δε αυτόν έξω και είπεν αυτώ ανάβλεψον δη εις τον ουρανόν και αρίθμησον τους αστέρας ει δυνήση εξαριθμήσαι αυτούς και είπεν ούτως έσται το σπέρμα σου και επίστευσεν Άβραμ τω θεώ και ελογίσθη αυτώ εις δικαιοσύνην είπε δε προς αυτόν εγώ ο θεός ο εξαγαγών σε εκ χώρας Χαλδαίων ώστε δούναί σοι την γην ταύτην κληρονομήσαι είπε δε δέσποτα κύριε κατά τι γνώσομαι ότι κληρονομήσω αυτήν είπε δε αυτώ λάβε μοι δάμαλιν τριετίζουσαν και αίγα τριετίζουσαν και κριόν τριετίζοντα και τρυγόνα και περιστεράν 10 έλαβε δε αυτώ πάντα ταύτα και διείλεν αυτά μέσα και έθηκεν αυτά αντιπρόσωπα αλλήλοις τα δε όρνεα ου διείλε 11 κατέβη δε όρνεα επί τα σώματα τα διχοτομήματα αυτών και συνεκάθισεν αυτοίς Άβραμ 12 περί δε ηλίου δυσμάς έκστασις επέπεσε τω Άβραμ και ιδού φόβος σκοτεινός μέγας επιπίπτει αυτώ 13 και ερρέθη προς Άβραμ γινώσκων γνώση ότι πάροικον έσται το σπέρμα σου εν γη ουκ ιδία και δουλώσουσιν αυτούς και κακώσουσιν αυτούς και ταπεινώσουσιν αυτούς τετρακόσια έτη 14 το δε έθνος ω αν δουλεύσωσι κρινώ εγώ μετά δε ταύτα εξελεύσονται ώδε μετά αποσκευής πολλής 15 συ δε απελεύση προς τους πατέρας σου μετ΄ ειρήνης ταφείς εν γήρα καλώ 16 τετάρτη δε γενεά αποστραφήσονται ώδε ούπω γαρ αναπεπλήρωνται αι αμαρτίαι των Αμορραίων έως του νυν 17 επεί δε ο ήλιος εγένετο προς δυσμάς φλοξ εγένετο και ιδού κλίβανος καπνιζόμενος και λαμπάδες πυρός αι διήλθον αναμέσον των διχοτομημάτων τούτων 18 εν τη ημέρα εκείνη διέθετο κύριος διαθήκην τω Άβραμ λέγων τω σπέρματί σου δώσω την γην ταύτην από του ποταμού Αιγύπτου έως του ποταμού του μεγάλου Ευφράτου 19 τους Κεναίους και τους Κενεζαίους και τους Κεδμωναίους 20 και τους Χετταίους και τους Φερεζαίους και τους Ραφαείμ 21 και τους Αμωρραίους και τους Χαναναίους και τους Γεργεσαίους και τους Ιεβουσαίους
Copyright information for ABPGRK