Genesis 18

CHAPTER 18

The LORD Appears at Mamre

1ώφθη δε αυτώ ο θεός προς τη δρυϊ τη Μαμβρή καθημένου αυτού επί της θύρας της σκηνής αυτού μεσημβρίας 2αναβλέψας δε τοις οφθαλμοίς αυτού είδε και ιδού τρεις άνδρες ειστήκεισαν επάνω αυτού και ιδών προσέδραμεν εις συνάντησιν αυτοίς από της θύρας της σκηνής αυτού και προσεκύνησεν επί την γην 3και είπε κύριε ει άρα εύρον χάριν εναντίον σου μη παρέλθης τον παίδά σου 4ληφθήτω δη ύδωρ και νιψάτωσαν τους πόδας υμών και καταψύξατε υπό το δένδρον 5και λήψομαι άρτον και φάγεσθε και μετά τούτο παρελεύσεσθε εις την οδόν υμών ου ένεκεν εξεκλίνατε προς τον παίδα υμών και είπαν ούτω ποίησον καθώς είρηκας 6και έσπευσεν Αβραάμ επί την σκηνήν προς Σάρραν και είπεν αυτή σπεύσον και φύρασον τρία μέτρα σεμιδάλεως και ποίησον εγκρυφίας 7και εις τας βόας έδραμεν Αβραάμ και έλαβε απαλόν μοσχάριον και καλόν και έδωκε τω παιδί και ετάχυνε του ποιήσαι αυτό 8έλαβε δε βούτυρον και γάλα και το μοσχάριον ο εποίησε και παρέθηκεν αυτοίς και έφαγον αυτός δε παρειστήκει αυτοίς υπό το δένδρον 9είπε δε προς αυτόν που Σάρρα η γυνή σου ο δε αποκριθείς είπεν ιδού εν τη σκηνή 10είπε δε επαναστρέφων ήξω προς σε κατά τον καιρόν τούτον εις ώρας και έξει υιόν Σάρρα η γυνή σου Σάρρα δε ήκουσε προς την θύραν της σκηνής ούσα όπισθεν αυτού 11Αβραάμ δε και Σάρρα πρεσβύτεροι προβεβηκότες ημερών εξέλιπε δε Σάρρα γίνεσθαι τα γυναικεία 12εγέλασε δε Σάρρα εν εαυτή λέγουσα ούπω μεν μοι γέγονεν έως του νυν ο δε κύριός μου πρεσβύτερος 13και είπε κύριος προς Αβραάμ τι ότι εγέλασε Σάρρα εν εαυτή λέγουσα αρά γε αληθώς τέξομαι εγώ δε γεγήρακα 14μη αδυνατήσει παρά κυρίω ρήμα εις τον καιρόν τούτον εις ώρας αναστρέψω προς σε και έσται τη Σάρρα υιός 15ηρνήσατο δε Σάρρα λέγουσα ουκ εγέλασα εφοβήθη γαρ και είπεν αυτή ουχι αλλ΄ εγέλασας 16εξαναστάντες δε εκείθεν οι άνδρες κατέβλεψαν επί πρόσωπον Σοδόμων και Γομόρρας Αβραάμ δε συνεπορεύετο μετ΄ αυτών συμπροπέμπων αυτούς 17ο δε κύριος είπε ου μή κρύψω από Αβραάμ του παιδός μου α εγώ ποιώ 18Αβραάμ δε γινόμενος έσται εις έθνος μέγα και πολύ και ενευλογηθήσονται εν αυτώ πάντα τα έθνη της γης 19ήδειν γαρ ότι συντάξει τοις υιοίς αυτού και τω οίκω αυτού μετ΄ αυτόν και φυλάξουσι τας οδούς κυρίου του ποιείν δικαιοσύνην και κρίσιν όπως αν επαγάγη κύριος επί Αβραάμ πάντα όσα ελάλησε προς αυτόν 20είπε δε κύριος κραυγή Σοδόμων και Γομόρρας πεπλήθυνται προς με και αι αμαρτίαι αυτών μεγάλαι σφόδρα 21καταβάς ουν όψομαι ει κατά την κραυγήν αυτών την ερχομένην προς με συντελούνται ει δε μη ίνα γνώ 22και αποστρέψαντες εκείθεν οι άνδρες ήλθον εις Σόδομα Αβραάμ δε έτι ην εστηκώς εναντίον κυρίου 23και εγγίσας Αβραάμ είπε μη συναπολέσης δίκαιον μετά ασεβούς και έσται ο δίκαιος ως ο ασεβής 24εάν ώσι πεντήκοντα δίκαιοι εν τη πόλει απολείς αυτούς ουκ ανήσεις πάντα τον τόπον ένεκε των πεντήκοντα δικαίων εάν ώσιν εν αυτή 25μηδαμώς συ ποιήσεις ως το ρήμα τούτο του αποκτείναι δίκαιον μετά ασεβούς και έσται ο δίκαιος ως ο ασεβής μηδαμώς ο κρίνων πάσαν την γην ου ποιήσεις κρίσιν 26είπε δε κύριος εάν ώσιν εν Σοδόμοις πεντήκοντα δίκαιοι εν τη πόλει αφήσω πάντα τον τόπον δι΄ αυτούς 27και αποκριθείς Αβραάμ είπε νυν ηρξάμην λαλήσαι προς τον κύριόν μου εγώ δε ειμί γη και σποδός 28εάν δε ελαττονωθώσιν οι πεντήκοντα δίκαιοι εις τεσσαρακονταπέντε απολείς ένεκεν των πέντε πάσαν την πόλιν και είπεν ου μη απολέσω εάν εύρω εκεί τεσσαρακονταπέντε 29και προσέθηκεν έτι λαλήσαι προς αυτόν και είπεν εαν δε ευρεθώσιν εκεί τεσσαράκοντα και είπεν ου μη απολέσω ένεκεν των τεσσαράκοντα 30και είπε μη τι κύριε εάν λαλήσω εάν δε ευρεθώσιν εκεί τριάκοντα και είπεν ου μη απολέσω ένεκεν των τριάκοντα 31και είπεν επειδή έχω λαλήσαι προς τον κύριον εάν δε ευρεθώσιν εκεί είκοσι και είπεν ου μη απολέσω εάν εύρω εκεί είκοσι 32και είπε μη τι κύριε εάν λαλήσω έτι άπαξ εάν δε ευρεθώσιν εκεί δέκα και είπεν ου μη απολέσω ένεκεν των δέκα 33απήλθε δε κύριος ως επαύσατο λαλών τω Αβραάμ και Αβραάμ απέστρεψεν εις τον τόπον αυτού
Copyright information for ABPGRK