Genesis 20

CHAPTER 20

Abraham Deceives Abimelech

και εκίνησεν εκείθεν Αβραάμ εις γην προς λίβα και ώκησεν αναμέσον Κάδης και αναμέσον Σουρ και παρώκησεν εν Γεράροις είπε δε Αβραάμ περί Σάρρας της γυναικός αυτού ότι αδελφή μου εστίν εφοβήθη γαρ ειπείν ότι γυνή μου εστί μήποτε αποκτείνωσιν αυτόν οι άνδρες της πόλεως δι΄ αυτήν απέστειλε δε Αβιμέλεχ βασιλεύς Γεραρων και έλαβε την Σάρραν και εισήλθεν ο θεός προς Αβιμέλεχ εν ύπνω την νύκτα και είπεν ιδού συ αποθνήσκεις περί της γυναικός ης έλαβες αύτη δε εστι συνωκηκυία ανδρί Αβιμέλεχ δε ουχ ήψατο αυτής και είπε κύριε έθνος αγνοούν και δίκαιον απολείς ουκ αυτός μοι είπεν αδελφή μου εστί και αυτή μοι είπεν αδελφός μου εστίν εν καθαρά καρδία και εν δικαιοσύνη χειρών εποίησα τούτο είπε δε αυτώ ο θεός καθ΄ ύπνον καγώ έγνων ότι εν καθαρά καρδία εποίησας τούτο και εφεισάμην σου του μη αμαρτείν σε εις εμέ ένεκα τούτου ουκ αφήκά σε του άψασθαι αυτής νυν δε απόδος την γυναίκα τω ανθρώπω ότι προφήτης εστί και προσεύξεται περί σου και ζήση ει δε μη αποδίδως γνώση ότι αποθανή συ και πάντα τα σα και ώρθρισεν Αβιμέλεχ τω πρωϊ και εκάλεσε πάντας τους παίδας αυτού και ελάλησε πάντα τα ρήματα ταύτα εις τα ώτα αυτών εφοβήθησαν δε πάντες οι άνθρωποι σφόδρα και εκάλεσεν Αβιμέλεχ τον Αβραάμ και είπεν αυτώ τι τούτο εποίησας ημίν μήτι ημάρτομεν εις σε ότι επήγαγες επ΄ εμέ και επί την βασιλείαν μου αμαρτίαν μεγάλην έργον ο ουθείς ποιήσει πεποίηκάς μοι 10 είπε δε Αβιμέλεχ τω Αβραάμ τι ενιδών εποίησας τούτο 11 είπε δε Αβραάμ είπα γαρ άρα ουκ έστι θεοσέβεια εν τω τόπω τούτω εμέ τε αποκτενούσιν ένεκεν της γυναικός μου 12 και γαρ αληθώς αδελφή μου εστίν εκ πατρός αλλ΄ ουκ εκ μητρός εγενήθη δε μοι εις γυναίκα 13 εγένετο δε ηνίκα εξήγαγε με ο θεός εκ του οίκου του πατρός μου και είπα αυτή ταύτην την δικαιοσύνην ποιήσεις εις εμέ εις πάντα τόπον ου αν εισέλθωμεν εκεί είπον εμέ ότι αδελφός μου εστίν 14 έλαβε δε Αβιμέλεχ χίλια δίδραχμα και πρόβατα και μόσχους και παίδας και παιδίσκας και έδωκε τω Αβραάμ και απέδωκεν αυτώ Σάρραν την γυναίκα αυτού 15 και είπεν Αβιμέλεχ τω Αβραάμ ιδού η γη μου εναντίον σου ου αν σοι αρέσκη κατοίκει 16 τη δε Σάρρα είπεν ιδού δέδωκα χίλια δίδραχμα τω αδελφώ σου ταύτα έσται σοι εις τιμήν του προσώπου σου και πάσαις ταις μετά σου και πάντα αλήθευσον 17 προσηύξατο δε Αβραάμ προς τον θεόν και ιάσατο ο θεός τον Αβιμέλεχ και την γυναίκα αυτού και τας παιδίσκας αυτού και έτεκον 18 ότι συγκλείων συνέκλεισε κύριος έξωθεν πάσαν την μήτραν εν τω οίκω Αβιμέλεχ ένεκεν Σάρρας της γυναικός Αβραάμ
Copyright information for ABPGRK