Genesis 23

CHAPTER 23

The Death and Burial of Sarah

εγένετο δε η ζωή Σάρρας έτη εκατόν εικοσιεπτά και απέθανε Σάρρα εν τη πόλει Αρβόκ η εστιν εν τω κοιλώματι αύτη έστι Χεβρών εν τη γη Χαναάν ήλθε δε Αβραάμ κόψασθαι Σάρραν και πενθήσαι και ανέστη Αβραάμ από του νεκρού αυτού και είπεν Αβραάμ τοις υιοις Χετ λέγων πάροικος και παρεπίδημος εγώ ειμι μεθ΄ υμών δότε ουν μοι κτήσιν τάφου μεθ΄ υμών και θάψω τον νεκρόν μου απ΄ εμού απεκρίθησαν δε οι υιοί Χετ προς Αβραάμ λέγοντες μη κύριε άκουσον δε ημών βασιλεύς παρά θεού συ ει εν ημίν εν τοις εκλεκτοίς μνημείοις ημών θάψον τον νεκρόν σου ουδείς γαρ ημών ου μη κωλύσει το μνημείον αυτού από σου του θάψαι τον νεκρόν σου εκεί αναστάς δε Αβραάμ προσεκύνησε τω λαώ της γης τοις υιοίς του Χετ και ελάλησε προς αυτούς Αβραάμ λέγων ει έχετε τη ψυχή υμών ώστε θάψαι τον νεκρόν μου από προσώπου μου ακούσατέ μου και λαλήσατε περί εμού Εφρών τω του Σαάρ και δότω μοι το σπήλαιον το διπλούν ο εστιν αυτού το ον εν μέρει του αγρού αυτού αργυρίου του αξίου δότω μοι αυτό εν υμίν εις κτήσιν μνημείου 10 Εφρών δε εκάθητο εν μέσω των υιών Χετ αποκριθείς δε Εφρών ο Χετταίος προς Αβραάμ είπεν ακούοντων των υιών Χετ και των εισπορευομένων εις την πόλιν πάντων λέγων 11 παρ΄ εμοί γενού κύριε και άκουσόν μου τον άγρον και το σπήλαιον το εν αυτώ σοι δίδωμι εναντίον πάντων των πολιτών μου δέδωκά σοι θάψον τον νεκρόν σου 12 και προσεκύνησεν Αβραάμ εναντίον του λαού της γης 13 και είπε τω Εφρών εις τα ώτα εναντίον του λαού της γης επειδή προς εμού ει άκουσόν μου το αργύριον του αγρού λάβε παρ΄ εμού και θάψω τον νεκρόν μου εκεί 14 απεκρίθη δε Εφρών τω Αβραάμ λέγων 15 ουχί κύριε ακήκοα γαρ τετρακοσίων διδράχμων αργυρίου αλλά τι αν είη τουτο αναμέσον εμού και σου συ δε τον νεκρόν σου θάψον 16 και ήκουσεν Αβραάμ του Εφρών και απεκατέστησεν Αβραάμ τω Εφρών το αργύριον ο ελάλησεν εις τα ώτα των υιών Χετ τετρακόσια δίδραχμα αργυρίου δοκίμου εμπόροις 17 και έστη ο αγρός Εφρών ος ην εν τω διπλώ σπηλαίω ος εστι κατά πρόσωπον Μαμβρή ο αγρός και το σπήλαιον ο ην εν αυτώ και παν δένδρον ο ην εν τω αγρώ ο εστιν εν τοις ορίοις αυτού κύκλω 18 τω Αβραάμ εις κτήσιν εναντίον των υιών Χετ και πάντων των εισπορευομένων εις την πόλιν 19 μετά δε ταύτα έθαψεν Αβραάμ Σαρραν την γυναίκα αυτού εν τω σπηλαίω του αγρού τω διπλώ ο εστιν απέναντι Μαμβρή αύτη εστί Χεβρών εν τη γη Χαναάν 20 και εκυρώθη ο αγρός και το σπήλαιον ο ην εν αυτώ τω Αβραάμ εις κτήσιν τάφου παρά των υιών Χετ
Copyright information for ABPGRK