Genesis 28

CHAPTER 28

Jacob Sent to Laban

1προσκαλεσάμενος δε Ισαάκ τον Ιακώβ ευλόγησεν αυτόν και ενετείλατο αυτώ λέγων ου λήψη γυναίκα εκ των θυγατέρων των Χαναναίων 2αναστάς απόδραθι εις την Μεσοποταμίαν εις τον οίκον Βαθουήλ του πατρός της μητρός σου και λάβε σεαυτώ εκείθεν γυναίκα εκ των θυγατέρων Λάβαν του αδελφού της μητρός σου 3ο δε θεός μου ευλογήσαι σε και αυξήσαι σε και πληθύναι σε και έση εις συναγωγάς εθνών 4και δώη σοι την ευλογίαν Αβραάμ του πατρός μου σοι και τω σπέρματί σου μετά σε κληρονομήσαι την γην της παροικήσεώς σου ην έδωκεν ο θεός τω Αβραάμ 5και απέστειλεν Ισαάκ τον Ιακώβ και επορεύθη εις την Μεσοποταμίαν προς Λάβαν τον υιόν Βαθουήλ του Σύρου αδελφόν Ρεβέκκας της μητρός Ιακώβ και Ησαύ 6ιδών δε Ησαύ ότι ευλόγησεν Ισαακ τον Ιακώβ και απέστειλεν εις την Μεσοποταμίαν Συρίας λαβείν εαυτώ γυναίκα εκείθεν εν τω ευλογείν αυτόν και ενετείλατο αυτώ λέγων ου λήψη γυναίκα των θυγατέρων των Χαναναίων 7και ήκουσεν Ιακώβ του πατρός και της μητρός αυτού και επορεύθη εις την Μεσοποταμίαν Συρίας 8ιδών δε και Ησαύ ότι πονηραί εισιν αι θυγατέρες Χαναάν εναντίον Ισαάκ του πατρός αυτού 9και επορεύθη Ησαύ προς Ισμαήλ και έλαβε την Μαελέθ θυγατέρα Ισμαήλ του υιόυ Αβραάμ αδελφήν Ναβεώθ προς ταις γυναιξίν αυτού γυναίκα 10και εξήλθεν Ιακώβ από του φρέατος του όρκου και επορεύθη εις Χαρράν

The Stairway to Heaven

11και απήντησε τόπω και εκοιμήθη εκεί έδυ γαρ ο ήλιος και έλαβεν από των λίθων του τόπου και έθηκε προς κεφαλής αυτού και εκοιμήθη εν τω τόπω εκείνω 12και ενυπνιάσθη και ιδού κλίμαξ εστηριγμένη εν τη γη ης η κεφαλή αφικνείτο εις τον ουρανόν και οι άγγελοι του θεού ανέβαινον και κατέβαινον επ΄ αυτή 13ο δε κύριος επεστήρικτο επ΄ αυτής και είπεν εγώ ο θεός Αβραάμ του πατρός σου και ο θεός Ισαάκ μη φοβού η γη εφ΄ ης συ καθεύδεις επ΄ αυτής σοι δώσω αυτήν και τω σπέρματί σου 14και έσται το σπέρμα σου ως άμμος της γης και πλατυνθήσεται επί θάλασσαν και λίβα και βορράν και επί ανατολάς και ενευλογηθήσονται εν σοι πάσαι αι φυλαί της γης και εν τω σπέρματί σου 15και ιδού εγώ ειμι μετά σου διαφυλάσσων σε εν τη οδω πάση ου αν πορευθής και αποστρέψω σε εις την γην ταύτην ότι ου μη σε εγκαταλίπω έως του ποιησαί με πάντα όσα ελάλησά σοι 16και εξηγέρθη Ιακώβ εκ του ύπνου αυτού και είπεν ότι έστι κύριος εν τω τόπω τούτω εγώ δε ουκ ήδειν 17και εφοβήθη και είπεν ως φοβερός ο τόπος ούτος ουκ έστι τούτο αλλ΄ η οίκος θεού και αύτη η πύλη του ουρανού 18και ανέστη Ιακώβ το πρωϊ και έλαβε τον λίθον ον υπέθηκεν εκεί προς κεφαλής αυτού και έστησεν αυτόν στήλην και επέχεεν έλαιον επί το άκρον αυτής 19και εκάλεσε το όνομα του τόπου εκείνου οίκος θεού και Λαμμαούς ην όνομα τη πόλει το πρότερον 20και ηύξατο Ιακώβ ευχήν λέγων εάν η κύριος ο θεός μετ΄ εμού και διαφυλάξη με εν τη οδώ ταύτη η εγώ πορεύομαι και δώη μοι άρτον φαγείν και ιμάτιον περιβαλέσθαι 21και αποστρεψει με μετά σωτηρίας εις τον οίκον του πατρός μου και έσται κύριός μοι εις θεόν 22και ο λίθος ούτος ον έστησα στήλην έσται μοι οίκος θεού και πάντων ων εάν μοι δως δεκάτην αποδεκατώσω αυτά σοι
Copyright information for ABPGRK