Genesis 31

CHAPTER 31

Jacob's Flight from Laban

1ήκουσε δε Ιακώβ τα ρήματα των υιών Λάβαν λεγόντων είληφεν Ιακώβ πάντα τα του πατρός ημών και εκ των του πατρός ημών πεποίηκε πάσαν την δόξαν ταύτην 2και είδεν Ιακώβ το πρόσωπον του Λάβαν και ιδού ουκ ην προς αυτόν ωσεί χθες και τρίτην ημέραν 3είπε δε κύριος προς Ιακώβ αποστρέφου εις την γην του πατρός σου και εις την γενεάν σου και έσομαι μετά σου 4αποστείλας δε Ιακώβ εκάλεσε Λείαν και Ραχήλ εις το πεδίον ου ην τα ποίμνια 5και είπεν αυταίς ορώ εγώ το πρόσωπον του πατρός υμών ότι ουκ έστι προς εμού ως χθες και τρίτην ημέραν ο δε θεός του πατρός μου ην μετ΄ εμού 6και αυταί δε οίδατε ότι εν πάση τη ισχύϊ μου δεδούλευκα τω πατρί υμών 7ο δε πατήρ υμών παρεκρούσατο με και ήλλαξε τον μισθόν μου των δέκα αμνών και ουκ έδωκεν αυτώ ο θεός του πατρός μου κακοποιήσαί με 8εάν ούτως είπη τα ποικίλα έσται σου μισθός και τέξεται πάντα τα πρόβατα ποικίλα εάν δε είπη τα λευκά έσται σου μισθός και τέξεται πάντα τα πρόβατα λευκά 9και αφείλετο ο θεός πάντα τα κτήνη του πατρός υμών και έδωκέ μοι αυτά 10και εγένετο ηνίκα ενεκίσσων τα πρόβατα εν γαστρί λαμβάνοντα και είδον τοις οφθαλμοίς μου αυτά εν τω ύπνω και ιδού οι τράγοι και οι κριοί αναβαίνοντες επί τα πρόβατα και τας αίγας διάλευκοι και ποικίλοι και σποδοειδείς ραντοί 11και είπέ μοι ο άγγελος του θεού καθ΄ ύπνον Ιακώβ εγώ δε είπα τι εστι 12και είπεν ανάβλεψον τοις οφθαλμοίς σου και ίδε τους τράγους και τους κριούς αναβαίνοντας επί τα πρόβατα και τας αίγας διαλεύκους και ποικίλους και σποδοειδείς ραντούς εώρακα γαρ όσα σοι Λάβαν ποιεί 13εγώ ειμι ο θεός ο οφθείς σοι εν τόπω θεού ου ήλειψάς μοι εκεί στήλην και ηύξω μοι εκεί ευχήν νυν ουν ανάστηθι και έξελθε εκ της γης ταύτης και άπελθε εις την γην της γενέσεώς σου 14και αποκριθείσαι Ραχήλ και Λεία είπον αυτώ μη έστιν ημίν έτι μερίς η κληρονομία εν τω οίκω του πατρός ημών 15ουχ ως αι αλλότριαι λελογίσμεθα αυτώ πέπρακε γαρ ημάς και κατέφαγε καταβρώσει το αργύριον ημών 16πάντα τον πλούτον και την δόξαν ην αφείλετο ο θεός του πατρός ημών ημίν έσται και τοις τέκνοις ημών νυν ουν όσα σοι είρηκεν ο θεός ποίει 17αναστάς δε Ιακώβ έλαβε τας γυναίκας αυτού και τα παιδία αυτού επί τας καμήλους 18και απήγαγε πάντα τα υπάρχοντα αυτού και πάσαν την αποσκευήν αυτού ην περιεποιήσατο εν τη Μεσοποταμία και πάντα τα αυτού απελθείν προς Ισαάκ τον πατέρα αυτού εις γην Χαναάν 19Λάβαν δε ώχετο κείραι τα πρόβατα αυτού έκλεψε δε Ραχήλ τα είδωλα του πατρός αυτής 20έκρυψε δε Ιακώβ Λάβαν τον Σύρον του μη αναγγείλαι αυτώ ότι αποδιδράσκει 21και απέδρα αυτός και τα αυτού πάντα και διέβη τον ποταμόν και ώρμησεν εις το όρος Γαλαάδ 22ανηγγέλη δε Λάβαν τω Σύρω τη ημέρα τη τρίτη ότι απέδρα Ιακώβ 23και παραλαβών πάντας τους αδελφούς αυτού μεθ΄ εαυτού εδίωξεν οπίσω αυτού οδόν ημερών επτά και κατέλαβεν αυτόν εν τω όρει Γαλαάδ 24ήλθε δε ο θεός προς Λάβαν τον Σύρον καθ΄ ύπνον την νύκτα και είπεν αυτώ φύλαξαι μή ποτε λαλήσης προς Ιακώβ πονηρά

Laban Quarrels with Jacob

25και κατέλαβε Λάβαν τον Ιακώβ Ιακώβ δε έπηξε την σκηνήν αυτού εν τω όρει Λάβαν δε έστησε τους αδελφούς αυτού εν τω όρει Γαλαάδ 26είπε δε Λάβαν τω Ιακώβ τι εποίησας ινατί κρυφή απέδρας και εκλοποφόρησάς με και απήγαγες τας θυγατέρας μου ως αιχμαλώτιδας μαχαίρα 27και ει ανήγγειλάς μοι εξαπέστειλα αν σε μετά ευφροσύνης και μετά μουσικών και τυμπάνων και κιθάρας 28και ουκ ηξιώθην καταφιλήσαι τα παιδία μου και τας θυγατέρας μου νυν δε αφρόνως έπραξας 29και νυν ισχύει η χειρ μου κακοποιήσαί σε ο δε θεός του πατρός σου χθες είπε προς με λέγων φύλαξον σεαυτόν μή ποτε λαλήσης μετά Ιακώβ πονηρά 30νυν ουν πεπόρευσαι επιθυμία γαρ επεθύμησας απελθείν εις τον οίκον του πατρός σου ινατί έκλεψας τους θεούς μου 31αποκριθείς δε Ιακώβ είπε τω Λάβαν είπα γαρ μή ποτε αφέλη τας θυγατέρας σου απ΄ εμού και πάντα τα εμά 32και είπεν Ιακωβ παρ΄ ω αν εύρης τους θεούς σου ου ζήσεται εναντίον των αδελφών ημών επίγνωθι τι εστι παρ΄ εμοί των σων και λάβε και ουκ επέγνω παρ΄ αυτώ ουδέν ουκ ήδει δε Ιακώβ ότι Ραχήλ η γυνή αυτού έκλεψεν αυτούς 33εισελθών δε Λάβαν ηρεύνησεν εις τον οίκον Λείας και ουχ εύρεν και εξήλθεν εκ του οίκου Λείας και ηρεύνησε τον οίκον Ιακώβ και εν τω οίκω των δύο παιδισκών και ουχ εύρεν εισήλθε δε και εις τον οίκον Ραχήλ 34Ραχήλ δε έλαβε τα είδωλα και ενέβαλεν αυτά εις τα σάγματα της καμήλου και επεκάθισεν αυτοίς 35και είπε τω πατρί αυτής μη βαρέως φέρε κύριε ου δυνησομαι αναστήναι ενώπιόν σου ότι τα κατ΄ εθισμόν των γυναικών μοι εστίν ηρεύνησε δε Λαβαν εν όλω τω οίκω και ουχ εύρε τα είδωλα 36ωργίσθη δε Ιακώβ και εμαχέσατο τω Λάβαν αποκριθείς δε Ιακώβ είπε τω Λάβαν τι το αδίκημά μου και τι το αμάρτημά μου ότι κατεδίωξας οπίσω μου 37και ότι ηρεύνησας πάντα τα σκεύη του οίκου μου τι εύρες από πάντων των σκευών του οίκου σου θες ώδε ενώπιον των αδελφών σου και των αδελφών μου και ελεγξάτωσαν αναμέσον των δύο ημών 38ταύτά μοι είκοσιν έτη εγώ ειμι μετά σου τα πρόβατά σου και αι αίγές σου ουκ ητεκνώθησαν κριούς των προβάτων σου ου κατέφαγον 39θηριάλωτον ουκ ενήνοχά σοι εγώ απετίννυον παρ΄ εμαυτού κλέμματα ημέρας και κλέμματα νυκτός 40εγενόμην της ημέρας συγκαιόμενος τω καύματι και τω παγετώ της νυκτός και αφίστατο ο ύπνος μου από των οφθαλμών μου 41ταύτά μοι είκοσιν έτη εγώ ειμι εν τη οικία σου εδούλευσά σοι δεκατέσσαρα έτη αντί των δύο θυγατέρων σου και εξ έτη εν τοις προβάτοις σου και παρελογίσω τον μισθόν μου δέκα αμνάσιν 42ει μη ο θεός του πατρός μου Αβραάμ και ο φόβος Ισαάκ ην μοι νυν αν κενόν με εξαπέστειλας την ταπείνωσίν μου και το κοπον των χειρών μου είδεν ο θεός και ήλεγξέ σε χθες 43αποκριθείς δε Λάβαν είπε τω Ιακώβ αι θυγατέρες θυγατέρες μου και υιοί υιοί μου και τα κτήνη κτήνη μου και πάντα όσα συ οράς εμά εστι και των θυγατέρων μου τι ποιήσω ταύταις σήμερον η τοις τέκνοις αυτών οις έτεκον

Laban and Jacob Make a Covenant

44νυν ουν δεύρο διαθώμεν διαθήκην εγώ και συ και έσται εις μαρτύριον αναμέσον εμού και σου 45λαβών δε Ιακώβ λίθον έστησεν αυτόν στήλην 46είπε δε Ιακώβ τοις αδελφοίς αυτού συλλέγετε λίθους και συνέλεξαν λίθους και εποίησαν βουνόν και έφαγον εκεί επί του βουνού 47και εκάλεσεν αυτόν Λάβαν βουνός της μαρτυρίας ο δε Ιακώβ εκάλεσεν αυτόν βουνός μάρτυς 48είπε δε Λάβαν ο βουνός ούτος μαρτυρεί αναμέσον εμού και σου σήμερον διά τούτο εκλήθη το όνομα του τόπου βουνός μαρτυρεί 49και η όρασις ην είπεν επείδοι ο θεός αναμέσον εμού και σου ότι αποστησόμεθα έτερος από του ετέρου 50ει ταπεινώσεις τας θυγατέρας μου ει λάβης γυναίκας επί ταις θυγατράσι μου όρα ουθείς μεθ΄ ημών εστιν ορων ο θεός μάρτυς μεταξυ εμού και μεταξύ σου 51και είπε Λάβαν τω Ιακώβ ιδού ο βουνός ούτος και η στήλη ην έστησα αναμέσον εμού και σου 52μαρτυρεί ο βουνός ούτος και η στήλη ην έστησα αυτή μαρτυρει εάν τε γαρ διαβώ εγώ προς σε μήδε συ διαβής προς με τον βουνόν τούτον και την στήλην ταύτην επί κακία 53ο θεός Αβραάμ και ο θεός Ναχώρ κρινεί αναμέσον ημών 54και ώμοσεν Ιακώβ κατά του φόβου του πατρός αυτού Ισαάκ και έθυσε θυσίαν εν τω όρει και εκάλεσε τους αδελφούς αυτού και έφαγον και έπιον και εκοιμήθησαν εν τω όρει 55αναστάς δε Λάβαν τοπρωϊ κατεφίλησε τους υιούς και τας θυγατέρας αυτού και ευλόγησεν αυτούς και αποστραφείς Λάβαν απήλθεν εις τον τόπον αυτού
Copyright information for ABPGRK