Genesis 35

CHAPTER 35

Jacob Builds an Altar at Beth-el

είπε δε ο θεός προς Ιακώβ αναστάς ανάβηθι εις τον τόπον Βαιθήλ και οίκει εκεί και ποίησον εκεί θυσιαστήριον τω θεώ τω οφθέντι σοι εν τω αποδιδράσκειν από προσώπου Ησαύ του αδελφού σου είπε δε Ιακώβ τω οίκω αυτού και πάσι τοις μετ΄ αυτού άρατε τους θεούς τους αλλοτρίους εκ μέσου υμών και καθαρίσθητε και αλλάξατε τας στολάς υμών και αναστάντες αναβώμεν εις Βαιθήλ και ποιήσωμεν εκεί θυσιαστήριον τω θεώ τω επακούσαντί μου εν ημέρα θλίψεως ος ην μετ΄ εμού και διέσωσέ με εν τη οδώ η επορεύθην και έδωκαν τω Ιακώβ τους θεούς τους αλλοτρίους οι ήσαν εν ταις χερσίν αυτών και τα ενώτια τα εν τοις ωσίν αυτών και κατέκρυψεν αυτά Ιακώβ υπό την τερέβινθον την εν Σικίμοις και απώλεσεν αυτά έως της σήμερον ημέρας και εξήρεν Ισραήλ εκ Σικίμων και εγένετο φόβος θεού επί τας πόλεις τας κύκλω αυτών και ου κατεδίωξαν οπίσω των υιών Ισραήλ ήλθε δε Ιακώβ εις Λουζά η εστιν εν γη Χαναάν η εστι Βαιθήλ αυτός και πας ο λαός ος ην μετ΄ αυτού και ωκοδόμησεν εκεί θυσιαστήριον και εκάλεσε το όνομα του τόπου Βαιθήλ εκεί γαρ εφάνη αυτώ ο θεός εν τω αποδιδράσκειν αυτόν από προσώπου Ησαύ του αδελφού αυτού απέθανε δε Δεβόρρα η τροφός Ρεβέκκας και ετάφη κατώτερον Βαιθήλ υπό την βάλανον και εκάλεσεν Ιακωβ το όνομα αυτής βάλανος πένθους

God Changes Jacob's Name to Israel

ώφθη δε ο θεός τω Ιακώβ έτι εν Λουζά ότε παρεγένετο εκ Μεσοποταμίας της Συρίας και ευλόγησεν αυτόν ο θεός 10 και είπεν αυτώ ο θεός το όνομά σου ου κληθήσεται έτι Ιακώβ αλλ΄ Ισραήλ έσται το όνομά σου και εκάλεσε το όνομα αυτού Ισραήλ 11 είπε δε αυτώ ο θεός εγώ ο θεός σου αυξάνου και πληθύνου έθνη και συναγωγαί εθνών έσονται εκ σου και βασιλείς εκ της οσφύος σου εξελεύσονται 12 και την γην ην έδωκα Αβραάμ και Ισαάκ σοι δέδωκα αυτήν και τω σπέρματί σου μετά σε δώσω την γη ταύτην 13 ανέβη δε ο θεός απ΄ αυτού εκ του τόπου ου ελάλησε μετ΄ αυτού 14 και έστησεν Ιακώβ στήλην εν τω τόπω ω ελάλησε μετ΄ αυτού ο θεός στήλην λιθίνην και έσπεισεν επ΄ αυτήν σπονδήν και επέχεεν επ΄ αυτήν έλαιον 15 και εκάλεσεν Ιακωβ το όνομα του τόπου εν ω ελάλησε μετ΄ αυτού εκεί ο θεός Βαιθήλ

Death of Rachel

16 απάρας δε Ιακώβ εκ Βαιθήλ έπηξε την σκηνήν αυτού επέκεινα του πύργου Γαδέρ εγένετο δε ηνίκα ήγγισεν Χαβραθά του ελθείν εις την Εφραθά έτεκε Ραχήλ και εν τω τίκτειν εδυστόκησεν 17 εγένετο δε εν τω σκληρώς αυτήν τίκτειν είπεν αυτή η μαία θάρσει και γαρ ούτός σοι εστιν υιός 18 εγένετο δε εν τω αφιέναι αυτήν την ψυχήν απέθνησκε γαρ εκάλεσε το όνομα αυτού υιός οδύνης μου ο δε πατήρ εκάλεσε το όνομα αυτού Βενιαμίν 19 απέθανε δε Ραχήλ και ετάφη εν τη οδώ Εφραθά αυτή εστί Βηθλεέμ 20 και έστησεν Ιακώβ στήλην επί του μνημείου αυτής αυτή εστί στήλη επί του μνημείου Ραχήλ έως της ημέρας ταύτης 21 εγένετο δε ηνίκα κατώκησεν Ισραήλ εν τη γη εκείνη επορεύθη Ρουβήμ και εκοιμήθη μετά Βαλλάς της παλλακής του πατρός αυτού Ιακώβ και ήκουσεν Ισραήλ και πονηρόν εφάνη εναντίον αυτού

Generations of Jacob and the Death of Isaac

22 ήσαν δε οι υιοί Ιακώβ δώδεκα 23 υιοί Λείας πρωτότοκος Ιακώβ Ρουβήν Συμεών Λευί Ιούδας Ισσάχαρ Ζαβουλών 24 υιοί δε Ραχήλ Ιωσήφ και Βενιαμίν 25 υιοί δε Βαλλάς παιδίσκης Ραχήλ Δαν και Νεφθαλείμ 26 υιοί δε Ζελφάς παιδίσκης Λείας Γαδ και Ασήρ ούτοι υιοί Ιακώβ οι εγένοντο αυτώ εν Μεσοποταμία της Συρίας 27 ήλθε δε Ιακώβ προς Ισαάκ τον πατέρα αυτού εις Μαμβρή εις πόλιν του πεδίου αυτή εστί Χεβρών εν γη Χαναάν ου παρώκησεν Αβραάμ και Ισαάκ 28 εγένοντο δε αι ημέραι Ισαάκ ας έζησεν έτη εκατόν ογδοήκοντα 29 και εκλειπών Ισαάκ απέθανε και προσετέθη προς το γένος αυτού πρεσβύτερος και πλήρης ημερών και έθαψαν αυτόν Ησαύ και Ιακώβ οι δύο υιοί αυτού
Copyright information for ABPGRK