Genesis 36

CHAPTER 36

The Generations of Esau

αύται δε αι γενέσεις Ησαύ αυτός εστιν Εδώμ Ησαυ δε έλαβε γυναίκας εαυτώ από των θυγατέρων των Χαναναίων την Αδά θυγατέρα Ελώμ του Χετταίου και την Ελιβαμά θυγατέρα Ενάν του υιόυ Σεβαγών του Ευαίου και την Βασεμάθ θυγατέρα Ισμαήλ αδελφήν Ναβαιώθ έτεκε δε αυτώ Αδά τον Ελιφάς και Βασεμάθ έτεκε τον Ραγουήλ και Ελιβαμά έτεκε τον Ιεούς και τον Ιεγλόμ και τον Κορέ ούτοι υιοί Ησαύ οι εγένοντο αυτώ εν γη Χαναάν έλαβε δε Ησαύ τας γυναίκας αυτού και τους υιούς αυτού και τας θυγατέρας αυτού και πάντα τα σώματα του οίκου αυτού και πάντα τα υπάρχοντα αυτού και πάντα τα κτήνη και πάντα όσα εκτήσατο και πάντα όσα περιεποίησατο εν γη Χαναάν και επορεύθη Εσαύ εκ γης Χαναάν από προσώπου Ιακώβ του αδελφού αυτού ην γαρ αυτών τα υπάρχοντα πολλά του οικείν άμα και ουκ ηδύνατο η γη της παροικήσεως αυτών φέρειν αυτούς από του πλήθους των υπαρχόντων αυτών

Esau Dwells in Seir

κατώκησε δε Ησαύ εν τω όρει Σηείρ Ησαύ αυτός εστιν Εδώμ αύται δε αι γενέσεις Ησαύ πατρός Εδώμ εν τω όρει Σηείρ 10 και ταύτα το ονόματα των υιών Ησαύ Ελιφάς υιός Αδά γυναικός Ησαύ και Ραγουήλ υιός Βασεμάθ γυναικός Ησαύ 11 εγένοντο δε Ελιφάς υιοί Θεμάν Ωμάρ Σωφάρ Γοθόμ και Καίνεζ 12 Θαμνά δε ην παλλακή Ελιφάς του υιόυ Ησαύ και έτεκε τω Ελιφάς τον Αμαλήκ ούτοι υιοί Αδά γυναικός Ησαύ 13 ούτοι δε υιοί Ραγουήλ Ναζέθ Ζαρέ Ζομέ και Μοζέ ούτοι ήσαν υιοί Βασεμάθ γυναικός Ησαύ 14 ούτοι δε υιοί Ολιβεμάς θυγατρός Ανά του υιόυ Σεβεγών γυναικός Ησαύ έτεκε δε τω Ησαύ τον Ιεούς και τον Ιεγλόμ και τον Κορέ 15 ούτοι ηγεμόνες υιοί Ησαύ υιοί Ελιφάς πρωτοτόκου Ησαύ ηγεμών Θεμάν ηγεμών Ωμάρ ηγεμών Σωφάρ ηγεμών Κενέζ 16 ηγεμών Κορέ ηγεμών Γοθά ηγεμών Αμαλήκ ούτοι ηγεμόνες Ελιφάς εν γη Ιδουμαίας ουτοι δε υιοί Αδά 17 και ούτοι υιοί Ραγουήλ υιόυ Ησαύ ηγεμών Ναχώθ ηγεμών Ζαρέ ηγεμών Σομέ ηγεμών Μοζέ ούτοι ηγεμόνες Ραγουήλ εν γη Εδώμ ούτοι υιοί Βασεμάθ γυναικός Ησαύ 18 ούτοι δε υιοί Ελιβεμάς γυναικός Ησαύ ηγεμών Ιεούς ηγεμών Ιεγλόμ ηγεμών Κορέ ούτοι ηγεμόνες Ελιβεμάς θυγατρός Ανά γυναικός Ησαύ 19 ούτοι υιοί Ησαύ και ούτοι ηγεμόνες αυτών ούτοί εισιν υιοί Εδώμ 20 ούτοι δε υιοί Σηείρ του Χορραίου του κατοικουντος την γην Λωτάν Σωβάλ Σεβεγών Ανά 21 και Λησών και Ασάρ και Ρισών ούτοι ηγεμόνες του Χορραίου του υιόυ Σηείρ εν τη γη Εδώμ 22 εγένοντο δε υιοί Λωτάν Χορρί και Εμάν αδελφή δε Λωτάν Θεμνά 23 ούτοι δε υιοί Σωβάλ Γωλαμ και Μαναχάθ και Γεβήλ και Σωφάν και Ωμάν 24 και ούτοι υιοί Σεβεγών Αιαί και Ενάν ούτος Ενάν ος εύρε τον ιαμείν εν τη ερήμω ότε ένεμε τα υποζύγια Σεβεγών του πατρός αυτού 25 ούτοι δε υιοί Ενάν Δησών και Ελιβεμάς θυγάτηρ Ενάν 26 ούτοι δε υιοί Δησων Αβαδά και Ασβά και Ιθράν και Χαρράν 27 ούτοι δε υιοί Ασάρ Βαλαάμ και Ζουκάμ και Ουκάμ 28 ούτοι δε υιοί Ρυσών Ως και Αρράν 29 ούτοι δε ηγεμόνες Χορρί ηγεμών Λωτάν ηγεμών Σωβάλ ηγεμών Σεβεγών ηγεμών Ανά 30 ηγεμών Δησών ηγεμών Ασάρ ηγεμών Ρησών ούτοι ηγεμόνες Χορρί εν ταις ηγεμονίαις αυτών εν γη Εδώμ 31 και ούτοι οι βασιλείς οι βασιλεύσαντες εν γη Εδώμ προ του βασιλεύσαι βασιλέα εν Ισραήλ 32 και εβασίλευσεν εν Εδώμ Βαλάκ υιός του Βαιώρ και όνομα τη πόλει αυτού Δενναβά 33 απέθανε δε Βαλάκ και εβασίλευσεν αντ΄ αυτού Ιωβάβ υιός Ζαρά εκ Βοσόρρας 34 απέθανε δε Ιωβάβ και εβασίλευσεν αντ΄ αυτού Ασόμ εκ της γης Θεμανών 35 απέθανε δε Ασόμ και εβασίλευσεν αντ΄ αυτού Αδάδ υιός Βαράδ ο εκκόψας Μαδιάμ εν τω πεδίω Μωάβ και όνομα τη πόλει αυτού Γεθέμ 36 απέθανε δε Αδάδ και εβασίλευσεν αντ΄ αυτού Σαμαά εκ Μασεκκάς 37 απέθανε δε Σαμαά και εβασίλευσεν αντ΄ αυτού Σαούλ εκ Ροωβώθ της παρά ποταμόν 38 απέθανε δε Σαούλ και εβασίλευσεν αντ΄ αυτού Βαλενών υιός Αχοβώρ 39 απέθανε δε Βαλενών υιός Αχοβώρ και εβασίλευσεν αντ΄ αυτού Αράθ υιός Βαράδ και όνομα τη πόλει αυτού Φογώρ όνομα δε τη γυναικί αυτού Μετεβέηλ θυγάτηρ Ματραίθ υιόυ Μεζοόβ 40 ταύτα τα ονόματα των ηγεμόνων Ησαύ εν ταις φυλαίς αυτών κατά τόπον αυτών εν ταις χώραις αυτών και εν τοις έθνεσιν αυτών ηγεμών Θαμνά ηγεμών Γώλα ηγεμών Ιεθέρ 41 ηγεμών Ελιβεμάς ηγεμών Ηλάς ηγεμών Φινών 42 ηγεμών Κενέζ ηγεμών Θεμάν ηγεμών Μαζάρ 43 ηγεμών Μαγεδιήλ ηγεμών Ζαφωίν ούτοι ηγεμόνες Εδώμ εν ταις κατωκοδομημέναις εν τη γη της κτήσεως αυτών ούτος Ησαύ πατήρ Εδώμ
Copyright information for ABPGRK