Genesis 41

CHAPTER 41

Joseph Interprets Pharaoh's Dreams

1εγένετο δε μετά δύο έτη ημερών Φαραώ είδεν ενύπνιον ώετο έσταναι επί του ποταμού 2και ιδού ώσπερ εκ του ποταμού ανέβαινον επτά βόες καλαί τω είδει και εκλεκταί ταις σαρξί και εβόσκοντο εν τω άχι 3άλλαι δε επτά βόες ανέβαινον μετά ταύτας εκ του ποταμού αισχραί τω είδει και λεπταί ταις σαρξί και ενέμοντο παρά τας βόας παρά το χείλος του ποταμού 4και κατέφαγον αι επτά βόες αι αισχραί και λεπταί ταις σαρξί τας επτά βόας τας καλάς τω είδει και τας εκλεκτάς ηγέρθη δε Φαραώ 5και ενυπνιάσθη το δεύτερον και ιδού επτά στάχυες ανέβαινον εν τω πυθμένι ενί εκλεκτοί και καλοί 6και ιδού επτά στάχυες λεπτοί και ανεμόφθοροι ανεφύοντο μετ΄ αυτούς 7και κατέπιον οι επτά στάχυες οι λεπτοί και ανεμόφθοροι τους επτά στάχυας τους εκλεκτούς και τους πλήρεις ηγέρθη δε Φαραώ και ην ενύπνιον 8εγένετο δε πρωϊ και εταράχθη η ψυχή αυτού και αποστείλας εκάλεσε πάντας τους εξηγητάς Αιγύπτου και πάντας τους σοφούς αυτής και διηγήσατο αυτοίς Φαραώ το ενύπνιον αυτού και ουκ ην ο απαγγέλλων αυτό τω Φαραώ 9και ελάλησεν ο αρχιοινοχόος προς Φαραώ λέγων την αμαρτίαν μου αναμιμνήσκω σήμερον 10Φαραώ ωργίσθη τοις παισίν αυτού και έθετο ημάς εν φυλακή εν τω οίκω του αρχιμαγείρου εμέ τε και τον αρχισιτοποιόν 11και είδομεν ενύπνιον αμφότεροι εν νυκτί μία εγώ και αυτός έκαστος κατά το αυτού ενύπνιον είδομεν 12ην δε εκεί μεθ΄ ημών νεανίσκος παις Εβραίος του αρχιμαγείρου και διηγησάμεθα αυτώ και συνέκρινεν ημίν 13εγενήθη δε καθώς συνέκρινεν ημίν ούτω και συνέβη εμε τε αποκατασταθήναι επί την αρχήν μου εκείνον δε κρεμασθήναι 14αποστείλας δε Φαραώ εκάλεσε τον Ιωσήφ και εξήγαγον αυτόν από του οχυρώματος και εξύρησαν αυτόν και ήλλαξαν την στολήν αυτού και ήλθε προς Φαραώ 15είπε δε Φαραώ προς Ιωσήφ ενύπνιον εώρακα και ο συγκρίνων ουκ έστιν αυτό εγώ δε ακήκοα περί σου λεγόντων ακούσαντά σε ενύπνια συγκρίναι αυτά 16αποκριθείς δε Ιωσήφ τω Φαραώ είπεν άνευ του θεού ουκ αποκριθήσεται το σωτήριον Φαραώ 17ελάλησε δε Φαραώ τω Ιωσήφ λέγων εν τω ύπνω μου ώμην εστάναι παρά το χείλος του ποταμού 18και ώσπερ εκ του ποταμού ανέβαινον επτά βόες καλαί τω είδει και εκλεκταί ταις σαρξί και ενέμοντο εν τω άχι 19και ιδού επτά βόες έτεραι ανέβαινον οπίσω αυτών εκ του ποταμού πονηραί και αισχραί τω είδει και λεπταί ταις σαρξίν οίας ουκ είδον τοιαύτας εν όλη γη Αιγύπτου αισχροτέρας 20και κατέφαγον αι επτά βόες αι αισχραί και λεπταί τας επτά βόας τας πρώτας τας καλάς και τας εκλεκτάς 21και εισήλθον εις τας κοιλίας αυτών και ου διάδηλοι εγένοντο ότι εισήλθον εις τας κοιλίας αυτών και αι όψεις αυτών αισχραί καθά και την αρχήν εξεγερθείς δε εκοιμήθην 22και είδον πάλιν εν τω ύπνω μου και ώσπερ επτά στάχυες ανέβαινον εν πυθμένι ενί πλήρεις και καλοί 23άλλοι δε επτά στάχυες λεπτοί και ανεμόφθοροι ανεφύοντο εχόμενοι αυτών 24και κατέπιον οι επτά στάχυες οι λεπτοί και ανεμόφθοροι τους επτά στάχυας τους καλούς και τους πλήρεις είπα ουν τοις εξηγηταίς και ουκ ην ο απαγγέλλων μοι αυτό 25και είπεν Ιωσήφ τω Φαραώ το ενύπνιον Φαραώ εν εστιν όσα ο θεός ποιεί έδειξε τω Φαραώ 26αι επτά βόες αι καλαί επτά έτη εστί και οι επτά στάχυες οι καλοί επτά έτη εστί το ενύπνιον Φαραώ εν εστι 27και αι επτά βόες αι λεπταί αι αναβαίνουσαι οπίσω αυτών επτά έτη εστί και οι επτά στάχυες οι λεπτοί και ανεμόφθοροι επτά έτη εστίν έσονται επτά έτη λιμού 28το δε ρήμα ο είρηκα Φαραώ όσα ο θεός ποιει έδειξε τω Φαραώ 29ιδού επτά έτη έρχεται ευθηνία πολλή εν πάση γη Αιγύπτου 30ήξει δε επτά έτη λιμού μετά ταύτα και επιλήσονται της πλησμονής της εσομένης εν όλη γη Αιγύπου και αναλώσει ο λιμός την γην 31και ουκ επιγνωσθήσεται η ευθηνία επί της γης από του λιμού του εσομένου μετά ταύτα ισχυρός γαρ έσται σφόδρα 32περί δε του δευτερώσαι το ενύπνιον Φαραώ δις ότι αληθές έσται το ρήμα το παρά του θεού και ταχυνεί ο θεός του ποιήσαι αυτό 33νυν ουν σκέψαι άνθρωπον φρόνιμον και συνετόν και κατάστησον αυτόν επί γης Αιγύπτου 34και ποιησάτω Φαραώ και καταστησάτω τοπάρχας επί της γης και αποπεμπτωσάτωσαν πάντα τα γεννήματα της γης Αιγύπτου των επτά ετών της ευθηνίας 35και συναγαγέτωσαν πάντα τα βρώματα των επτά ετών των ερχομένων των καλών τούτων και συναχθήτω ο σίτος υπό χείρα Φαραώ βρώματα εν ταις πόλεσι φυλαχθήτω 36και έσται τα βρώματα τα πεφυλαγμένα εν τη γη εις τα επτά έτη του λιμού α έσονται εν γη Αιγύπτου και ουκ εκτριβήσεται η γη εν τω λιμώ 37ήρεσε δε το ρήμα εναντίον Φαραώ και εναντίον πάντων των παίδων αυτού

Joseph Made Ruler Over Egypt

38και είπε Φαράω τοις παισίν αυτού μη ευρήσομεν άνθρωπον τοιούτον ος έχει πνεύμα θεού εν αυτώ 39είπε δε Φαραώ τω Ιωσήφ επειδή έδειξεν ο θεός σοι πάντα ταύτα ουκ έστιν άνθρωπος φρονιμώτερος και συνετώτερός σου 40συ έση επί τω οίκω μου και επί τω στόματί σου υπακούσεται πας ο λαός μου πλην τον θρόνον υπερέξω σου εγώ 41είπε δε Φαραώ τω Ιωσήφ ιδού καθίστημί σε σήμερον επί πάσης της γης Αιγύπτου 42και περιελόμενος Φαραώ τον δακτύλιον από της χειρός αυτού περιέθηκεν αυτόν επί την χείρα Ιωσήφ και ενέδυσεν αυτόν στολήν βυσσίνην και περιέθηκε κλοιόν χρυσούν περί τον τράχηλον αυτού 43και ανεβίβασεν αυτόν επί το άρμα το δεύτερον των αυτού και εκήρυξεν έμπροσθεν αυτού κήρυξ και κατέστησεν αυτόν εφ΄ όλης γης Αιγύπτου 44είπε δε Φαραώ τω Ιωσήφ εγώ Φαραώ άνευ σου ουκ εξαρεί ουθείς την χείρα αυτού επί πάσης γης Αιγύπτου 45και εκάλεσε Φαραώ το όνομα Ιωσήφ Ψονθομφανήχ και έδωκεν αυτώ την Ασενέθ θυγατέρα Πετεφρή ιερέως Ηλιουπόλεως αυτώ εις γυναίκα 46Ιωσήφ δε ην ετών τριάκοντα ότε έστη εναντίον Φαραώ βασιλέως Αιγύπτου εξήλθε δε Ιωσήφ εκ προσώπου Φαραώ και διήλθε πάσαν γην Αιγύπτου 47και εποίησεν η γη εν τοις επτά έτεσι της ευθηνίας δράγματα 48και συνήγαγε πάντα τα βρώματα των επτά ετών εν οις ην η ευθηνία εν τη γη Αιγύπτου και έθηκε τα βρώματα εν ταις πόλεσι βρώματα των πεδίων της πόλεως των κύκλω αυτής έθηκεν εν αύτη 49και συνήγαγεν Ιωσήφ σίτον ωσεί την άμμον της θαλάσσης πολύν σφόδρα έως ουκ ηδύνατο αριθμήσαι ου γαρ ην αριθμός 50τω δε Ιωσήφ εγένοντο υιοί δύο προ του ελθείν τα επτά έτη του λιμού ους έτεκεν αυτώ Ασενέθ η θυγάτηρ Πετεφρή ιερέως Ηλιουπόλεως 51εκάλεσε δε Ιωσήφ το όνομα του πρωτοτόκου Μανασσή ότι επιλαθέσθαι με εποίησεν ο θεός πάντων των πόνων μου και πάντων των του πατρός μου 52το δε όνομα του δευτέρου εκάλεσεν Εφραίμ ότι ηύξησέ με ο θεός εν γη ταπεινώσεώς μου 53παρήλθον δε τα επτά έτη της ευθηνίας α εγένοντο εν τη γη Αιγύπτου 54και ήρξατο τα επτά έτη του λιμού έρχεσθαι καθά είπεν Ιωσήφ και εγένετο λιμός εν πάση τη γη εν δε πάση τη γη Αιγύπτου ήσαν άρτοι 55και επείνασε πάσα η γη Αιγύπτου έκραξε δε ο λαός προς Φαραώ περί άρτων είπε δε Φαραώ πάσι τοις Αιγυπτίοις πορεύεσθε προς Ιωσήφ και ο αν είπε υμίν ποιήσατε 56και ο λιμός ην επί προσώπου πάσης της γης ανέωξε δε Ιωσήφ πάντας τους σιτοβολώνας και επώλει πάσι τοις Αιγυπτίοις 57και πάσαι αι χώραι ήλθον εις Αίγυπτον αγοράζειν προς Ιωσήφ επεκράτησε γαρ ο λιμός εν πάση τη γη
Copyright information for ABPGRK