Genesis 44

CHAPTER 44

Joseph's Cup

και ενετείλατο Ιωσήφ τω επί της οικίας αυτού λέγων πλήσατε τους μαρσίππους των ανθρώπων βρωμάτων όσα αν δύνωνται άραι και εμβάλετε εκάστου το αργύριον επί του στόματος του μαρσίππου και το κόνδυ μου το αργυρούν εμβάλετε εις τον μαρσίππον του νεωτέρου και την τιμήν του σίτου αυτού εγενήθη δε κατά το ρήμα Ιωσήφ καθώς είπε τοπρωϊ διέφαυσε και οι άνθρωποι απεστάλησαν αυτοί και οι όνοι αυτών εξελθόντων δε αυτών την πόλιν ουκ απέσχον μακράν και Ιωσήφ είπε τω επί της οικίας αυτού αναστάς επιδίωξον οπίσω των ανθρώπων και καταλήψη αυτούς και ερείς αυτοίς τι ότι ανταπεδώκατε πονηρά αντί καλών ινατί εκλέψατέ μου το κόνδυ το αργυρούν ου τούτό εστιν εν ω πίνει ο κύριός μου αυτός δε οιωνισμώ οιωνίζεται εν αυτώ πονηρά συνετελέσασθε α πεποιήκατε ευρών δε αυτούς είπεν αυτοίς κατά τα ρήματα ταύτα οι δε είπαν αυτώ ινατί λαλεί ο κύριος κατά τα ρήματα ταύτα μη γένοιτο τοις παισί σου ποιήσαι κατά το ρήμα τούτο ει το μεν αργύριον ο εύρομεν εν τοις μαρσίπποις ημών απεστρέψαμεν προς σε εκ γης Χαναάν πως αν κλέψαιμεν εκ του οίκου του κυρίου σου αργύριον η χρυσίον παρ΄ ω αν ευρεθή το κόνδυ των παίδων σου αποθνησκέτω και ημείς δε εσόμεθα παίδες τω κυρίω υμών 10 ο δε είπε και νυν ως λέγετε ούτως έσται παρ΄ ω αν ευρεθή το κόνδυ έσται μου παις υμείς δε έσεσθε καθαροί 11 και έσπευσαν και καθείλαν έκαστος τον μαρσίππον αυτού επί την γην και ήνοιξαν έκαστος τον μαρσίππον αυτού 12 ηρεύνησε δε από του πρεσβυτέρου αρξάμενος έως ήλθεν επί τον νεώτερον και εύρε το κόνδυ εν τω μαρσίππω του Βενιαμίν 13 και διέρρηξαν τα ιμάτια αυτών και επέθηκαν έκαστος τον μαρσίππον αυτού επί τον όνον αυτού και επέστρεψαν εις την πόλιν 14 εισήλθε δε Ιούδας και οι αδελφοί αυτού προς Ιωσήφ έτι αυτού όντος εκεί και έπεσαν εναντίον αυτού επί την γην 15 είπε δε αυτοίς Ιωσήφ τι το πράγμα τούτο εποιήσατε ουκ οίδατε ότι οιωνισμώ οιωνιείται ο άνθρωπος οίος εγώ 16 είπε δε Ιούδας τι αντερούμεν τω κυρίω η τι λαλήσομεν η τι δικαιωθώμεν ο θεός δε εύρε την αδικίαν των παίδων σου ιδού εσμέν οικέται τω κυρίω ημών και ημείς και παρ΄ ω ευρέθη το κόνδυ 17 είπε δε Ιωσήφ μη μοι γένοιτο ποιήσαι το ρήμα τούτο ο άνθρωπος παρ΄ ω ευρέθη το κόνδυ αυτός έσται μου παις υμείς δε ανάβητε μετά σωτηρίας προς τον πατέρα υμών 18 εγγίσας δε αυτώ Ιούδας είπε δέομαι κύριε λαλήσατω ο παις σου εναντίον σου και μη θυμωθής τω παιδί σου ότι συ ει μετά Φαραώ 19 κύριε συ ηρώτησας τους παίδάς σου λέγων ει έχετε πατέρα η αδελφόν 20 και είπαμεν τω κυρίω έστιν ημίν πατήρ πρεσβύτερος και παιδίον γήρους νεώτερον αυτώ και ο αδελφός αυτού απέθανεν αυτός δε μόνος υπελείφθη τη μητρί αυτού ο δε πατήρ αυτόν ηγάπησεν 21 είπας δε τοις παισί σου καταγάγετε αυτόν προς με και επιμελούμαι αυτού 22 και είπαμεν τω κυρίω ου δυνήσεται το παιδίον καταλιπείν τον πατέρα αυτού εάν δε καταλίπη τον πατέρα αποθανείται 23 συ δε είπας τοις παισί σου εάν μη καταβή ο αδελφός υμών ο νεώτερος μεθ΄ υμών ου προσθήσεσθε ιδείν το πρόσωπόν μου 24 εγένετο δε ηνίκα ανέβημεν προς τον παίδά σου πατέρα ημών απηγγείλαμεν αυτώ τα ρήματα του κυρίου ημών 25 είπε δε ο πατήρ ημών βαδίσατε πάλιν και αγοράσατε ημίν μικρά βρώματα 26 ημείς δε είπαμεν ου δυνησόμεθα καταβήναι αλλ΄ ει μεν ο αδελφός ημών ο νεώτερος καταβαίνει μεθ΄ ημών καταβησόμεθα ου γαρ δυνησόμεθα ιδείν το πρόσωπον του ανθρώπου του αδελφού ημών του νεωτέρου μη όντος μεθ΄ ημών 27 είπε δε ο πατήρ ημών ο παις σου προς ημάς υμείς γινώσκετε ότι δύο έτεκέ μοι η γυνή 28 και εξήλθεν ο εις απ΄ εμού και είπατέ ότι θηριόβρωτος γέγονε και ουκ ίδον αυτόν άχρι νυν 29 εάν ουν λάβητε και τούτον εκ του προσώπου μου και συμβή αυτώ μαλακία εν τη οδώ και κατάξετέ μου το γήρας μετά λύπης εις άδου 30 νυν ουν εάν εισπορεύωμαι εις τον παίδά σου πατέρα δε ημών και το παιδίον μη η μεθ΄ ημών η δε ψυχή αυτού εκκρέμαται εκ της τούτου ψυχής 31 και έσται εν τω ιδείν αυτόν μη ον το παιδίον μεθ΄ ημών τελευτήσει και κατάξουσιν οι παίδές σου το γήρας του παιδός σου πατρός δε ημών μετά λυπης εις άδου 32 ο γαρ παις σου εκδέδεκται το παιδίον παρά του πατρός μου λεγων εάν μη αγάγω αυτόν προς σε ημαρτηκώς έσομαι προς τον πατέρα πάσας τας ημέρας 33 νυν ουν παραμενώ σοι παις αντί του παιδίου οικέτης του κυρίου μου το δε παιδίον αναβήτω μετά των αδελφών αυτού 34 πως γαρ αναβήσομαι προς τον πατέρα του παιδίου μη όντος μεθ΄ ημών ίνα μη ίδω τα κακά α ευρήσει τον πατέρα μου
Copyright information for ABPGRK