Genesis 45

CHAPTER 45

Joseph Reveals Himself to His Brothers

και ουκ ηδύνατο Ιωσήφ ανέχεσθαι πάντων των παρεστηκότων αυτώ αλλ΄ είπεν εξαποστείλατε πάντας απ΄ εμού και ου παρήστηκει ουδείς τω Ιωσήφ ηνίκα ανεγνωρίζετο τοις αδελφοίς αυτού και αφήκε φωνήν μετά κλαυθμού ήκουσαν δε πάντες οι Αιγύπτιοι και ακουστόν εγένετο εις τον οίκον Φαραώ είπε δε Ιωσήφ προς τους αδελφούς αυτού εγώ ειμι Ιωσήφ έτι ο πατήρ μου ζη και ουκ ηδύναντο οι αδελφοί αποκριθήναι αυτώ εταράχθησαν γαρ είπε δε Ιωσήφ προς τους αδελφούς αυτού εγγίσατε προς με και ήγγισαν και είπεν εγώ ειμι Ιωσήφ ο αδελφός υμών ον απέδοσθε εις Αίγυπτον νυν ουν μη λυπείσθε μηδέ σκληρόν υμίν φανήτω ότι απέδοσθε με ώδε εις γαρ ζωήν απέστειλε με ο θεός έμπροσθεν υμών τούτο γαρ δεύτερον έτος λιμός επί της γης και έτι λοιπά πέντε έτη εν οις ουκ έστιν αροτρίασις ουδέ αμητός απέστειλε γαρ με ο θεός έμπροσθεν υμών υπολείπεσθαι υμίν κατάλειμμα επί της γης και εκθρέψαι υμίν κατάλειψιν μεγάλην νυν ουν ουχ υμείς με απεστάλκατε ώδε αλλ΄ ο θεός και εποίησέ με ως πατέρα Φαραώ και κύριον παντός του οίκου αυτού και άρχοντα πάσης γης Αιγύπτου σπεύσαντες ουν ανάβητε προς τον πατέρα μου και είπατε αυτώ τάδε λέγει ο υιός σου Ιωσήφ εποίησε με ο θεός κύριον πάσης της γης Αιγύπτου κατάβηθι ουν προς με και μη μείνης 10 και κατοικήσεις εν γη Γεσέμ και έση εγγύς μου συ και οι υιοί σου και οι υιοί των υιών σου τα πρόβατά σου και οι βόες σου και όσα σοι εστί 11 και εκθρέψω σε εκεί έτι γαρ πέντε έτη λιμός ίνα μη εκτριβής συ και οι υιοί σου και πάντα τα υπάρχοντά σου 12 ιδού οι οφθαλμοί υμών βλέπουσι και οι οφθαλμοί Βενιαμίν του αδελφού μου ότι το στόμα μου το λαλούν προς υμάς 13 απαγγείλατε ουν τω πατρί μου πάσαν την δόξαν μου την εν Αιγύπτω και όσα είδετε και ταχύναντες καταγάγετε τον πατέρα μου ώδε 14 και επιπεσών επί τον τράχηλον Βενιαμίν του αδελφού αυτού έκλαυσεν επ΄ αυτώ και Βενιαμίν έκλαυσεν επί τω τραχήλω αυτού 15 και καταφιλήσας πάντας τους αδελφούς αυτού έκλαυσεν επ΄ αυτοίς και μετά ταύτα ελάλησαν οι αδελφοί αυτού προς αυτόν 16 και διεβοήθη η φωνή εις τον οίκον Φαραώ λέγοντες ήκασιν οι αδελφοί Ιωσήφ εχάρη δε Φαραώ και η θεραπεία αυτού 17 είπε δε Φαραώ τω Ιωσήφ είπον τοις αδελφοίς σου τούτο ποιήσατε γεμίσατε τα φορεία υμών και απέλθετε εις γην Χαναάν 18 και αναλαβόντες τον πατέρα υμών και τα υπάρχοντα υμών ήκετε προς με και δώσω υμίν πάντων των αγαθών Αιγύπτου και φάγεσθε τον μυελόν της γης 19 συ δε έντειλαι ταύτα λαβείν αυτοίς αμάξας εκ γης Αιγύπτου τοις παιδίοις υμών και ταις γυναιξίν υμών και αναλαβόντες τον πατέρα υμών παραγίνεσθε 20 και μη φείσησθε τοις οφθαλμοίς των σκευών υμών τα γαρ πάντα αγαθά Αιγύπτου υμίν έσται 21 εποίησαν δε ούτως οι υιοί Ισραήλ έδωκε δε Ιωσήφ αυτοίς αμάξας κατά τα ειρημένα υπό Φαραώ του βασιλέως και έδωκεν αυτοίς επισιτισμόν εις την οδόν 22 και πάσιν έδωκε δισσάς στολάς τω δε Βεναιμίν έδωκε τριακοσίους χρυσούς και πέντε εξαλλασσούσας στολάς 23 και τω πατρί αυτού απέστειλε κατά τα αυτά και δέκα όνους αίροντας από πάντων των αγαθών Αιγύπτου και δέκα ημιόνους αιρούσας άρτους τω πατρί αυτού εις την οδόν 24 εξαπέστειλε δε Ιωσήφ τους αδελφούς αυτού και επορεύθησαν και είπεν αυτοίς μη οργίζεσθε εν τη οδώ 25 και ανέβησαν εξ Αιγύπτου και ήλθον εις γην Χαναάν προς Ιακώβ τον πατέρα αυτών 26 και ανήγγειλαν αυτώ λέγοντες ότι ο υιός σου Ιωσήφ ζη και αυτός άρχει πάσης γης Αιγύπτου και εξέστη τη διανοία Ιακώβ ου γαρ επίστευσεν αυτοίς 27 ελάλησαν δε αυτώ πάντα τα ρηθέντα υπό Ιωσήφ όσα είπεν αυτοίς ιδών δε τας αμάξας ας απέστειλεν Ιωσήφ ώστε αναλαβείν αυτόν ανεζωπύρησε το πνεύμα Ιακώβ του πατρός αυτών 28 είπε δε Ισραήλ μέγα μοι εστιν ει έτι Ιωσήφ ο υιός μου ζη πορευθείς όψομαι αυτόν προ του αποθανείν με
Copyright information for ABPGRK