Genesis 46

CHAPTER 46

Jacob and His Family Move to Egypt

1απάρας δε Ισραήλ και πάντα τα αυτού ήλθεν επί το φρέαρ του όρκου και έθυσε θυσίαν τω θεώ του πατρός αυτού Ισαάκ 2είπε δε ο θεός τω Ισραήλ εν οράματι της νυκτός ειπών Ιακώβ Ιακώβ ο δε είπε τι εστίν 3ο δε λέγει αυτώ εγώ ειμι ο θεός των πατέρων σου μη φοβού καταβήναι εις Αίγυπτον εις γαρ έθνος μέγα ποιήσω σε εκεί 4και εγώ καταβήσομαι μετά σου εις Αίγυπτον και εγώ αναβιβάσω σε εις τέλος και Ιωσήφ επιβαλεί τας χείρας αυτού επί τους οφθαλμούς σου 5ανέστη δε Ιακώβ από του φρέατος του όρκου και ανέλαβον οι υιοί Ισραήλ Ιακώβ τον πατέρα αυτών και την αποσκευήν και τας γυναίκας αυτών επί τας αμάξας ας απέστειλεν Ιωσήφ άραι αυτόν 6και αναλαβόντες τα υπάρχοντα αυτών και πάσαν την κτήσιν ην εκτήσαντο εν γη Χαναάν εισήλθον εις Αίγυπτον Ιακώβ και παν το σπέρμα αυτού μετ΄ αυτού 7υιοί και υιοί των υιών αυτού μετ΄ αυτού θυγατέρες και θυγατέρες των θυγατέρων αυτού και παν το σπέρμα αυτού ήγαγεν εις Αίγυπτον

Generations of Jacob

8ταύτα δε τα ονόματα των υιών Ισραήλ των εισελθόντων εις Αίγυπτον άμα Ιακώβ τω πατρί αυτών Ιακώβ και οι υιοί αυτού πρωτότοκος Ιακώβ Ρουβήν 9υιοί δε Ρουβήν Ενώχ και Φαλλού Ασρών και Χαρμί 10υιοί δε Συμεών Ιεμουήλ και Ιαμίν και Αωδ και Αχίν και Σαάρ και Σαούλ υιός της Χανανίτιδος 11υιοί δε Λευί Γηρσών και καάθ και Μεραρί 12υιοί δε Ιούδα Ηρ και Αυνάν και Σηλών και Φαρές και Ζαρά απεθανον δε Ηρ και Αυνάν εν γη Χαναάν εγένοντο δε υιοί Φαρές Εσρών και Ιεμουήλ 13υιοί δε Ισσάχαρ Θωλά και Φουά και Ασούμ και Σαμβράν 14υιοί δε Ζαβουλών Σερέδ και Αλλών και Αχοήλ 15ούτοι υιοί Λείας ους εγέννησε τω Ιακώβ εν Μεσοποταμία της Συρίας και Δίναν την θυγατέρα αυτού πάσαι αι ψυχαί υιοί και θυγατέρες τριάκοντα τρεις 16υιοί δε Γαδ Σαφών και Αγγίς και Σαυνίς και Θασοβάν και Αηδής και Αορηδής και Αροηλής 17υιοί δε Ασήρ Ιεμνά Ιεσσουά και Ιεούλ και Βαρία και Σαρά αδελφή αυτών υιοί δε Βαρία Χοβώρ και Μελχιήλ 18ούτοι υιοί Ζελφάς ην έδωκε Λάβαν Λεία τη θυγατρί αυτού η έτεκε τούτους τω Ιακώβ δεκαέξ ψυχάς 19υιοί δε Ραχήλ γυναικός Ιακώβ Ιωσήφ και Βενιαμίν 20εγένοντο δε υιοί Ιωσήφ εν γη Αιγύπτου ους έτεκεν αυτώ Ασενέθ θυγάτηρ Πετεφρή ιερέως Ηλιουπόλεως τον Μανασσή και τον Εφραίμ εγένοντο δε υιοί Μανασσή ους έτεκεν αυτώ η παλλακή η Σύρα τον Μαχίρ Μαχίρ δε εγέννησε τον Γαλαάδ υιοί δε Εφραίμ αδελφού Μανασσή Σουταλαάμ και Ταάμ υιοί δε Σουταλαάμ Εδέμ 21υιοί δε Βενιαμίν Βαλά και Βοχώρ και Ασβή Γηρά και Νοεμάν και Αγχίς Ρως και Μανφίν και Οφιμιν Γηρά δε εγέννησε τον Αράδ 22ούτοι υιοί Ραχήλ ους έτεκε τω Ιακώβ πάσαι αι ψυχαί δεκαοκτώ 23υιοί δε Δαν Ασώμ 24και υιοί Νεφθαλίμ Ασιήλ και Γωυνί και Ισσαάρ και Σελλήμ 25ούτοι υιοί Βαλάς ην έδωκε Λάβαν Ραχήλ τη θυγατρί αυτού η έτεκε τούτους τω Ιακώβ πάσαι αι ψυχαί επτά 26πάσαι δε αι ψυχαί αι εισελθούσαι μετά Ιακώβ εις Αίγυπτον οι εξελθόντες εκ των μηρών αυτού χωρίς των γυναικών υιών Ιακώβ πάσαι ψυχαί εξηκονταέξ 27υιοί δε Ιωσήφ οι γενόμενοι αυτώ εν γη Αιγύπτου ψυχαί εννέα πάσαι ψυχαί οίκου Ιακώβ αι εισελθούσαι μετά Ιακώβ εις Αίγυπτον ψυχαί εβδομηκονταπέντε

Joseph Reunites with Jacob

28τον δε Ιούδαν απέστειλεν έμπροσθεν αυτού προς Ιωσήφ συναντήσαι αυτώ καθ΄ Ηρώων πόλιν εις γην Ραμεσσή 29ζεύξας δε Ιωσήφ τα άρματα αυτού ανέβη εις συνάντησιν Ισραήλ τω πατρί αυτού καθ΄ Ηρώων πόλιν και οφθείς αυτώ επέπεσεν επί τον τράχηλον αυτού και έκλαυσε κλαυθμώ πλείονι 30και είπεν Ισραήλ προς Ιωσήφ αποθανούμαι από του νυν επεί εώρακα το πρόσωπόν σου έτι γαρ συ ζης 31είπε δε Ιωσήφ προς τους αδελφούς αυτού αναβάς απαγγελώ τω Φαραώ και ερώ αυτώ οι αδελφοί μου και ο οίκος του πατρός μου οι ήσαν εν γη Χαναάν ήκασι προς με 32οι δε άνδρες εισί ποιμένες άνδρες γαρ κτηνοτρόφοι ήσαν και τα κτήνη και τους βόας και πάντα τα αυτών αγηόχασιν 33εάν ουν καλέση υμάς Φαραώ και είπη τι έργον υμών εστίν 34ερείτε άνδρες κτηνοτρόφοι εσμέν οι παίδές σου εκ παιδός έως του νυν και ημείς και οι πατέρες ημών ίνα κατοικήσητε εν γη Γεσέμ Αραβίας βδέλυγμα γαρ Αιγυπτίοις πας ποιμήν προβάτων
Copyright information for ABPGRK