Genesis 47

CHAPTER 47

Jacob Settles in Goshen

ελθών δε Ιωσήφ απήγγειλε τω Φαραώ λέγων ο πατήρ μου και οι αδελφοί μου και τα κτήνη και οι βόες αυτών και πάντα τα αυτών ήλθον εκ γης Χαναάν και ιδού εισίν εν τη γη Γεσέμ από δε των αδελφών αυτού παρέλαβε πέντε άνδρας και έστησεν αυτούς εναντίον Φαραώ και είπε Φαραώ τοις αδελφοίς Ιωσήφ τι το έργον υμών οι δε είπαν τω Φαραώ ποιμένες προβάτων οι παίδές σου και ημείς και οι πατέρες ημών είπαν δε Φαραώ παροικείν εν τη γη ήκομεν ου γαρ εστι νομή τοις κτήνεσι των παίδων σου ενίσχυσε γαρ ο λιμός εν γη Χαναάν νυν ουν κατοικήσομεν οι παίδές σου εν γη Γεσέμ και είπε Φαραώ προς Ιωσήφ λέγων ο πατήρ σου και οι αδελφοί σου ήκασι προς σε ιδού η γη Αιγύπτου εναντίον σου εστίν εν τη βελτίστη γη κατοίκισον τον πατέρα σου και τους αδελφούς σου κατοικείτωσαν εν γη Γεσέμ ει δε επίστη ότι εισίν εν αυτοίς άνδρες δυνατοί κατάστησον αυτούς άρχοντας των εμών κτηνών

Jacob Blesses Pharaoh

εισήγαγε δε Ιωσήφ Ιακώβ τον πατέρα αυτού και έστησεν αυτόν εναντίον Φαραώ και ηυλόγησεν Ιακώβ τον Φαραώ είπε δε Φαραώ τω Ιακώβ πόσα έτη ημερών της ζωής σου και είπεν Ιακώβ τω Φαραώ αι ημέραι των ετών της ζωής μου ας παροικώ εκατόν τριάκοντα έτη μικραί και πονηραί γεγόνασιν αι ημέραι των ετών της ζωής μου ουκ αφίκοντο εις τας ημέρας των ετών της ζωής των πατέρων μου ας ημέρας παρώκησαν 10 και ευλογήσας Ιακώβ τον Φαραώ εξήλθεν απ΄ αυτού 11 και κατώκισεν Ιωσήφ τον πατέρα αυτού και τους αδελφούς αυτού και έδωκεν αυτοίς κατάσχεσιν εν γη Αιγύπτω εν τη βελτίστη γη εν τη γη Ραμεσσή καθά προσέταξε Φαραώ 12 και εσιτομέτρει Ιωσήφ τω πατρί αυτού και τοις αδελφοίς αυτού και παντί τω οίκω του πατρός αυτού σίτον κατά σώμα

Famine Prevails

13 σίτος δε ουκ ην εν πάση τη γη ενίσχυσε γαρ ο λιμός σφόδρα εξέλιπε δε η γη Αιγύπτου και η γη Χαναάν από του λιμού 14 συνήγαγε δε Ιωσήφ παν το αργύριον το ευρεθέν εν γη Αιγύπτου και εν γη Χαναάν του σίτου ου ηγόραζον και εσιτομέτρει αυτοίς και εισήνεγκεν Ιωσήφ παν το αργύριον εις τον οίκον Φαραώ 15 και εξέλιπε παν το αργύριον εκ γης Αιγύπτου και εκ γης Χαναάν ήλθον δε πάντες οι Αιγύπτιοι προς Ιωσήφ λέγοντες δος ημίν άρτους και ινατί αποθνήσκομεν εναντίον σου εκλέλοιπε γαρ το αργύριον ημών 16 είπε δε αυτοίς Ιωσήφ φέρετε τα κτήνη υμών και δώσω υμίν άρτους αντί των κτηνών υμών ει εκλέλοιπε το αργύριον 17 ήγαγον δε τα κτήνη αυτών προς Ιωσήφ και έδωκεν αυτοίς Ιωσήφ άρτους αντί των ίππων και αντί των προβάτων και αντί των βοών και αντί των όνων και εξέθρεψεν αυτούς εν άρτοις αντί πάντων των κτηνών αυτών εν τω ενιαυτώ εκείνω 18 εξήλθε δε το έτος εκείνο και ήλθον προς αυτόν εν τω έτει τω δευτέρω και είπαν αυτώ μή ποτε εκτριβώμεν από του κυρίου ημών ει γαρ εκλέλοιπε το αργύριον και τα υπάρχοντα και τα κτήνη προς σε τον κύριον και ουχ υπολέλειπται ημίν εναντίον του κυρίου ημών αλλ΄ η το ίδιον σώμα και η γη ημών 19 ίνα ουν μη αποθάνωμεν εναντίον σου και η γη ερημωθή κτήσαι ημάς και την γην ημών αντί άρτων και εσόμεθα ημείς και η γη ημών παίδες τω Φαραώ δος σπέρμα ίνα σπείρωμεν και ζώμεν και μη αποθάνωμεν και η γη ουκ ερημωθήσεται 20 και εκτήσατο Ιωσήφ πάσαν την γην των Αιγυπτίων τω Φαραώ απέδοντο γαρ οι Αιγύπτιοι την γην αυτών τω Φαραώ επεκράτησε γαρ αυτών ο λιμός και εγένετο η γη τω Φαραώ 21 και τον λαόν κατεδουλώσατο αυτώ εις παίδας απ΄ άκρων ορίων Αιγύπτου έως των άκρων 22 χωρίς της γης των ιερέων μόνον ουκ εκτήσατο ταύτην Ιωσήφ εν δόσει γαρ έδωκε δόμα τοις ιερεύσι Φαραώ και ήσθιον την δόσιν ην έδωκεν αυτοίς Φαραώ διά τούτο ουκ απέδοντο την γην αυτών 23 είπε δε Ιωσήφ πάσι τοις Αιγυπτίοις ιδού κέκτημαι υμάς και την γην υμών σήμερον τω Φαραώ λάβετε εαυτοίς σπέρμα και σπείρατε την γην 24 και έσται τα γεννήματα αυτής και δώσετε το πέμπτον μέρος τω Φαραώ τα δε τέσσαρα μέρη έσται υμίν αυτοίς εις σπέρμα τη γη και εις βρώσιν υμίν και πάσι τοις εν τοις οίκοις υμών 25 και είπαν σέσωκας ημάς εύρομεν χάριν εναντίον του κυρίου ημών και εσόμεθα παίδες τω Φαραώ 26 και έθετο αυτοίς Ιωσηφ εις πρόσταγμα έως της ημέρας ταύτης επί γης Αιγύπτου τω Φαραώ αποπεμπτούν χωρίς της γης των ιερέων μόνον η ουκ ην τω Φαραώ 27 κατώκησε δε Ισραήλ εν γη Αιγύπτω επί γης Γεσέμ και εκληρονομηθήσαν επ΄ αυτής και ηυξήθησαν και επληθύνθησαν σφόδρα 28 επέζησε δε Ιακώβ εν γη Αιγύπτου δεκαεπτά έτη και εγένοντο αι ημέραι Ιακώβ ενιαυτών της ζωής αυτού εκατόν τεσσαρακονταεπτά έτη 29 ήγγισαν δε αι ημέραι Ισραήλ του αποθανείν και εκάλεσε τον υιόν αυτού Ιωσήφ και είπεν αυτώ ει εύρηκα χάριν εναντίον σου υπόθες την χείρά σου υπό τον μηρόν μου και ποιήσεις επ΄ εμέ ελεημοσύνην και αλήθειαν του μη θάψαι με εν Αιγύπτω 30 αλλά κοιμηθήσομαι μετά των πατέρων μου και αρείς με εξ Αιγύπτου και θάψεις με εν τω τάφω αυτών ο δε είπεν εγώ ποιήσω κατά το ρήμά σου 31 είπε δε αυτώ όμοσόν μοι και ώμοσεν αυτώ και προσεκύνησεν Ισραήλ επί το άκρον της ράβδου αυτού
Copyright information for ABPGRK