Genesis 48

CHAPTER 48

Jacob Blesses Joseph's Sons

1εγένετο δε μετά τα ρήματα ταύτα και απήγγελη τω Ιωσήφ ότι ο πατήρ σου ενοχλείται και αναλαβών τους δύο υιούς αυτού τον Μανασσή και τον Εφραίμ ήλθε προς Ιακώβ 2απηγγέλη δε τω Ιακώβ λέγοντες ιδού ο υιός σου Ιωσήφ έρχεται προς σε και ενισχύσας Ισραήλ εκάθισεν επί την κλίνην 3και είπεν Ιακώβ τω Ιωσήφ ο θεός μου ώφθη μοι εν Λούζα εν γη Χαναάν και ευλόγησε με 4και είπέ μοι ιδού εγώ αυξανώ σε και πληθυνώ σε και ποιήσω σε εις συναγωγάς εθνών και δώσω σοι την γην ταύτην και τω σπέρματί σου μετά σε εις κατάσχεσιν αιώνιον 5νυν ουν οι δύο υιοί σου οι γενόμενοί σοι εν γη Αιγύπτω προ του με ελθείν προς σε εις Αίγυπτον εμοί εισιν Εφραίμ και Μανασσή ως Ρουβήν και Συμεών έσονταί μοι 6τα δε έκγονα α εάν γεννήσης μετά ταύτα σοι έσονται επί τω ονόματι των αδελφών αυτών κληθήσονται εν τοις εκείνων κλήροις 7εγώ δε ηνίκα ηρχόμην εκ Μεσοποταμίας της Συρίας απέθανε Ραχήλ η μήτηρ σου εν γη Χαναάν εγγίζοντός μου κατά τον ιππόδρομον Χαβραθά της γης προ του ελθείν Εφραθά και κατώρυξα αυτήν εν τη οδώ του ιπποδρόμου αύτη έστι Βηθλεέμ 8ιδών δε Ισραήλ τους υιούς Ιωσήφ είπε τίνες σοι ούτοι 9είπε δε Ιωσήφ τω πατρί αυτού υιοί μου εισίν ους έδωκέ μοι ο θεός ενταύθα και είπεν Ιακώβ προσάγαγέ μοι αυτούς ίνα ευλογήσω αυτούς 10οι δε οφθαλμοι Ισραήλ εβαρύνθησαν από του γήρους και ουκ ηδύνατο βλέπειν και ήγγισεν αυτούς προς αυτόν και εφίλησεν αυτούς και περιέλαβεν αυτούς 11και είπεν Ισραήλ προς Ιωσήφ ιδού του προσώπου σου ουκ εστερήθην και ιδού έδειξέ μοι ο θεός και το σπέρμα σου 12και εξήγαγεν αυτούς Ιωσήφ εκ των γονάτων αυτού και προσεκύνησαν αυτώ επί πρόσωπον επί της γης 13λαβών δε Ιωσήφ τους δύο υιός αυτού τον τε Εφραίμ εν τη δεξιά εξ αριστερών δε Ισραήλ τον δε Μανασσή εν τη αριστερά εκ δεξιών δε Ισραήλ και ήγγισεν αυτούς αυτώ 14εκτείνας δε Ισραήλ την χείρα την δεξιάν επέθηκεν επί την κεφαλήν Εφραίμ ούτος δε ην ο νεώτερος και την αριστεράν επί την κεφαλήν Μανασσή εναλλάξ τας χείρας 15και ευλόγησεν αυτούς και είπεν ο θεός ω ευηρέστησαν οι πατέρες μου ενώπιον αυτού Αβραάμ και Ισαάκ ο θεός ο τρέφων με εκ νεότητος μου έως της ημέρας ταύτης 16ο άγγελος ο ρυόμενός με εκ πάντων των κακών ευλογήσαι τα παιδία ταύτα και επικληθήσεται αυτοίς το όνομά μου και το όνομα των πατέρων μου Αβραάμ και Ισαάκ και πληθυνθείησαν εις πλήθος πολύ επί της γης 17ιδών δε Ιωσήφ ότι επέβαλεν ο πατήρ αυτού την χείρα την δεξιάν αυτού επί την κεφαλήν Εφραίμ βαρύ αυτώ κατεφάνη και αντελάβετο Ιωσήφ της χειρός του πατρός αυτού αφελείν αυτήν από της κεφαλής Εφραίμ επί την κεφαλήν Μανασσή 18είπε δε Ιωσήφ τω πατρί αυτού ουχ ούτως πάτερ ούτος γαρ ο πρωτότοκος επίθες την δεξιάν σου επί την κεφαλήν αυτού 19και ουκ ηθέλησεν αλλ΄ είπεν οίδα τέκνον οίδα και ούτος έσται εις λαόν και ούτος υψωθήσεται αλλ΄ ο αδελφός αυτού ο νεώτερος μείζων αυτού έσται και το σπέρμα αυτού έσται εις πλήθος εθνών 20και ευλόγησεν αυτούς εν τη ημέρα εκείνη λέγων εν υμίν ευλογηθήσεται Ισραήλ λέγοντες ποιήσαι σε ο θεός ως Εφραίμ και ως Μανασσή και έθηκε τον Εφραίμ έμπροσθεν του Μανασσή 21είπε δε Ισραήλ τω Ιωσήφ ιδού εγώ αποθνήσκω και έσται ο θεός μεθ΄ υμών και αποστρέψει υμάς εις την γην των πατέρων υμών 22εγώ δε δίδωμί σοι Σίκιμα εξαίρετον υπέρ τους αδελφούς σου ην έλαβον εκ χειρός Αμμορραίων εν μαχαίρα μου και τόξω
Copyright information for ABPGRK