Genesis 50

CHAPTER 50

Jacob Entombed in Mamre

και επιπεσών Ιωσήφ επί πρόσωπον του πατρός αυτού έκλαυσεν επ΄ αυτώ και εφίλησεν αυτόν και προσέταξεν Ιωσήφ τοις παισίν αυτού τοις ενταφιασταίς ενταφιάσαι τον πατέρα αυτού και ενεταφίασαν οι ενταφιασταί τον Ισραήλ και επλήρωσαν αυτού τεσσαράκοντα ημέρας ούτως γαρ καταριθμούνται αι ημέραι της ταφής και επένθησεν αυτόν Αίγυπτος εβδομήκοντα ημέρας επεί δε παρήλθον αι ημέραι του πένθους ελάλησεν Ιωσήφ προς τους δυνάστας Φαραώ λέγων ει εύρον χάριν εναντίον υμών λαλήσατε εις τα ώτα Φαραώ λέγοντες ο πατήρ μου ώρκισέ με προ του τελευτήσαι αυτόν λέγων εν τω μνημείω ω ώρυξα εμαυτώ εν γη Χαναάν εκεί με θάψεις νυν ουν αναβάς θάψω τον πατέρα μου και επανελεύσομαι και είπε Φαραώ τω Ιωσήφ ανάβηθι θάψον τον πατέρα σου καθάπερ ώρκισέ σε και ανέβη Ιωσήφ θάψαι τον πατέρα αυτού και συνανέβησαν μετ΄ αυτού πάντες οι παίδες Φαραώ και οι πρεσβύτεροι του οίκου αυτού και πάντες οι πρεσβύτεροι της γης Αιγύπτου και πάσα η πανοικία Ιωσήφ και οι αδελφοί αυτού και πάσα η οικία η πατρική αυτού και την συγγένεια αυτού και τα πρόβατα και τους βόας υπελίποντο εν γη Γεσέμ και συνανέβησαν μετ΄ αυτού και άρματα και ιππείς και εγένετο η παρεμβολή μεγάλη σφόδρα 10 και παρεγένοντο εφ΄ άλωνα Ατάδ ο εστι πέραν του Ιορδάνου και εκόψαντο αυτόν κοπετόν μέγαν και ισχυρόν σφόδρα και εποίησε το πένθος τω πατρί αυτού επτά ημέρας 11 και είδον οι κάτοικοι της γης Χαναάν το πένθος επί άλωνι Ατάδ και είπαν πένθος μέγα τούτό εστι τοις Αιγυπτίοις διά τούτο εκάλεσαν το όνομα του τόπου εκείνου πένθος Αιγύπτου ο εστι πέραν του Ιορδάνου 12 και εποίησαν αυτώ ούτως οι υιοί αυτού καθώς ενετείλατο αυτοίς 13 και ανέλαβον αυτόν οι υιοί αυτού εις γην Χαναάν και έθαψαν αυτόν εις το σπήλαιον το διπλούν ο εκτήσατο Αβραάμ το σπήλαιον εν κτήσει μνημείου παρά Εφρών του Χετταίου κατέναντι Μαμβρή 14 και υπέστρεψεν Ιωσήφ εις Αίγυπτον αυτός και οι αδελφοί αυτού και πάντας οι συναναβάντες θάψαι τον πατέρα αυτού 15 ιδόντες δε οι αδελφοί Ιωσήφ ότι τέθνηκεν ο πατήρ αυτών είπαν μή ποτε μνησικακήση ημίν Ιωσήφ και ανταπόδομα ανταποδώ ημίν πάντα τα κακά α ενεδειξάμεθα αυτώ 16 και παραγενόμενοι προς Ιωσήφ είπαν ο πατήρ σου ώρκισε προ του τελευτήσαι αυτόν λέγων 17 ούτως είπατε Ιωσήφ άφες αυτοίς την αδικίαν και την αμαρτίαν αυτών ότι πονηρά σοι ενεδείξαντο και νυν δέξαι την αδικίαν των θεραπόντων του θεού του πατρός σου και έκλαυσεν Ιωσήφ λαλούντων αυτών προς αυτόν 18 και ελθόντες προς αυτόν είπαν ίδε ημείς σοι οικέται 19 και είπεν αυτοίς Ιωσήφ μη φοβείσθε του γαρ θεού ειμι εγώ 20 υμείς εβουλεύσασθε κατ΄ εμού εις πονηρά ο δε θεός εβουλεύσατο περί εμού εις αγαθά όπως αν γένηται ως σήμερον ίνα διατραφή λαός πολύς 21 και είπεν αυτοίς μη φοβείσθε εγώ διαθρέψω υμάς και τας οικίας υμών και παρεκάλεσεν αυτούς και ελάλησεν αυτών εις την καρδίαν 22 και κατώκησεν Ιωσήφ εν Αιγύπτω αυτός και οι αδελφοί αυτού και πάσα η πανοικία του πατρός αυτού και έζησεν Ιωσήφ έτη εκατόν δέκα 23 και είδεν Ιωσήφ Εφραίμ παιδία έως τρίτης γενεάς και οι υιοί Μαχείρ του υιόυ Μανασσή ετέχθησαν επί μηρών Ιωσήφ 24 και είπεν Ιωσήφ τοις αδελφοί αυτού λέγων εγώ αποθνήσκω επισκοπή δε επισκέψεται υμάς ο θεός και ανάξει υμάς εκ της γης ταύτης εις την γην ην ώμοσε ο θεός τοις πατράσιν ημών Αβραάμ Ισαάκ και Ιακώβ 25 και ώρκισεν Ιωσήφ τους υιούς Ισραήλ λέγων εν τη επισκοπή η επισκέψηται ο θεός υμάς και συνανοίσετε τα οστά μου εντεύθεν μεθ΄ υμών 26 και ετελεύτησεν Ιωσήφ ετών εκατόν δέκα και έθαψαν αυτόν και έθηκαν εν τη σορώ εν Αιγύπτω
Copyright information for ABPGRK