Genesis 9

CHAPTER 9

God's Covenant with Noah

και ευλόγησεν ο θεός τον Νώε και τους υιούς αυτού και είπεν αυτοίς αυξάνεσθε και πληθύνεσθε και πληρώσατε την γην και κατακυριεύσατε αυτής και ο φόβος υμών και ο τρόμος έσται επί πάσι τοις θηρίοις της γης επί πάντα τα πετεινά του ουρανού και επί πάντα τα κινούμενα επί της γης και επί πάντας τους ιχθύας της θαλάσσης υπό χείρας υμίν δέδωκα και παν ερπετόν ο εστι ζων υμίν έσται εις βρώσιν ως λάχανα χόρτου δέδωκα υμίν τα πάντα πλην κρέας εν αίματι ψυχής ου φάγεσθε και γαρ το υμέτερον αίμα των ψυχών υμών εκ χειρός πάντων των θηρίων εκζητήσω αυτό και εκ χειρός ανθρώπου αδελφού εκζητήσω αυτό ο εκχέων αίμα ανθρώπου αντί του αίματος αυτού εκχυθήσεται ότι εν εικόνι θεού εποίησα τον άνθρωπον υμείς δε αυξάνεσθε και πληθύνεσθε και πληρώσατε την γην και πληθύνεσθε επί της γης και είπεν ο θεός τω Νώε και τοις υιός αυτού λέγων ιδού εγώ ανίστημι την διαθήκην μου υμίν και τω σπέρματι υμών μεθ΄ υμάς 10 και πάση ψυχή ζώση μεθ΄ υμών από ορνέων και από κτηνών και πάσι τοις θηρίοις της γης όσα εστί μεθ΄ υμών από πάντων των εξελθόντων εκ της κιβωτού 11 και στήσω την διαθήκην μου προς υμάς και ουκ αποθανείται πάσα σαρξ έτι από του ύδατος του κατακλυσμού και ουκ έσται έτι κατακλυσμός ύδατος του καταφθείραι πάσαν την γην 12 και είπεν ο θεός προς Νώε τούτο το σημείον της διαθήκης ο εγώ δίδωμι αναμέσον εμού και υμών και αναμέσον πάσης ψυχής ζώσης όσα εστί μεθ΄ υμών εις γενεάς αιωνίους 13 το τόξον μου τίθημι εν τη νεφέλη και έσται εις σημείον διαθήκης αναμέσον εμού και της γης 14 και έσται εν τω συννεφείν με νέφελας επί την γην οφθήσεται το τόξον εν τη νεφέλη 15 και μνησθήσομαι της διαθήκης μου η εστιν αναμέσον εμού και υμών και αναμέσον πάσης ψυχής ζώσης εν πάση σαρκί και ουκ έσται έτι το ύδωρ εις κατακλυσμόν ώστε εξαλείψαι πάσαν σάρκα 16 και έσται το τόξον μου εν τη νεφέλη και όψομαι αυτήν του μνησθήναι διαθήκην αιώνιον αναμέσον εμού και της γης και αναμέσον ψυχής ζώσης η εστιν εν πάσι σαρκί επί της γης 17 και είπεν ο θεός τω Νώε τούτο το σημείον της διαθήκης ης διεθέμην αναμέσον εμού και αναμέσον πάσης σαρκός η εστιν επί της γης

Shem, Ham and Japheth

18 ήσαν δε οι υιοί Νώε οι εξελθόντες εκ της κιβωτού Σημ Χαμ Ιάφεθ Χαμ δε ην πατήρ Χαναάν 19 τρεις ούτοί εισιν οι υιοί Νώε από τούτων διεσπάρησαν επί πάσαν την γην 20 και ήρξατο Νώε άνθρωπος γεωργός γης και εφύτευσεν αμπελώνα 21 και έπιεν εκ του οίνου και εμεθύσθη και εγυμνώθη εν τω οίκω αυτού 22 και είδε Χαμ ο πατήρ Χαναάν την γύμνωσιν του πατρός αυτού και εξελθών ανήγγειλε τοις δυσίν αδελφοίς αυτού έξω 23 και λαβόντες Σημ και Ιάφεθ το ιμάτιον επέθεντο επί τα δύο νώτα αυτών και επορεύθησαν οπισθοφανώς και συνεκάλυψαν την γύμνωσιν του πατρός αυτών και το πρόσωπον αυτών οπισθοφανώς και την γύμνωσιν του πατρός αυτών ουκ είδον 24 εξένηψε δε Νώε από του οίνου και έγνω όσα εποίησεν αυτώ ο υιός αυτού ο νεώτερος 25 και είπεν επικατάρατος Χαναάν παις οικέτης έσται τοις αδελφοίς αυτού 26 και είπεν ευλογητός κύριος ο θεός του Σημ και έσται Χαναάν παις οικέτης αυτού 27 πλατύναι ο θεός τω Ιάφεθ και κατοικησάτω εν τοις σκηνωμασι του Σημ και γενηθητω Χανααν παις αυτών 28 έζησε δε Νώε μετά τον κατακλυσμόν τριακόσια πεντήκοντα έτη 29 και εγένοντο πάσαι αι ημέραι Νώε εννακόσια πεντήκοντα έτη και απέθανεν
Copyright information for ABPGRK